μάρτυς 見證、見證人、殉道者
Strong G3144・名詞・新約出現 35 次・英文:a witness
中文義項
- 見證;見證人:(μαρτυρέω「見證」 的衍生詞)作見證的人(33 次)
- 殉道者:因見證自己的信仰而被剝奪性命的人(2 次)
a witness; an eye- or ear-witness.
字形
- μαρτύρων 名詞 所有格 複數 陽性(9 次)
- μάρτυρες 名詞 主格 複數 陽性(8 次)
- μάρτυς 名詞 主格 單數 陽性(8 次)
- μάρτυρα 名詞 直接受格 單數 陽性(3 次)
- μάρτυρές 名詞 主格 複數 陽性(2 次)
- μάρτυρας 名詞 直接受格 複數 陽性(1 次)
- μάρτυσι 名詞 間接受格 複數 陽性(1 次)
- μάρτυρός 名詞 所有格 單數 陽性(1 次)
- μάρτυσιν 名詞 間接受格 複數 陽性(1 次)
- μάρτυσίν 名詞 間接受格 複數 陽性(1 次)
出處
馬太福音 18:16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·
他若不聽、你就另外帶一兩個人同去、要憑兩三個人的口作見證、句句都可定準。
馬太福音 26:65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν·
大祭司就撕開衣服說、他說了僭妄的話、我們何必再用見證人呢。這僭妄的話、現在你們都聽見了。
馬可福音 14:63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
大祭司就撕開衣服、說、我們何必再用見證人呢。
路加福音 11:48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.
可見你們祖宗所作的事、你們又證明又喜歡.因爲他們殺了先知、你們修造先知的墳墓。
路加福音 24:48 ὑμεῖς ἐστε μάρτυρες τούτων.
你們就是這些事的見證。
使徒行傳 1:8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
但聖靈降臨在你們身上、你們就必得着能力.並要在耶路撒冷、猶太全地、和撒瑪利亞、直到地極、作我的見證。
使徒行傳 1:22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
就是從約翰施洗起、直到主離開我們被接上升的日子爲止、必須從那常與我們作伴的人中、立一位與我們同作耶穌復活的見證。
使徒行傳 2:32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
這耶穌、神已經叫他復活了、我們都爲這事作見證。
使徒行傳 3:15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
你們殺了那生命的主、神卻叫他從死裏復活了.我們都是爲這事作見證。
使徒行傳 5:32 καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
我們爲這事作見證.神賜給順從之人的聖靈、也爲這事作見證。
使徒行傳 6:13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου,
設下假見證說、這個人說話、不住的蹧踐聖所和律法.
使徒行傳 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
把他推到城外、用石頭打他.作見證的人、把衣裳放在一個少年人名叫掃羅的脚前。
使徒行傳 10:39 καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.
他在猶太人之地、並耶路撒冷、所行的一切事、有我們作見證.他們竟把他掛在木頭上殺了。
使徒行傳 10:41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
不是顯現給衆人看、乃是顯現給神豫先所揀選爲他作見證的人看、就是我們這些在他從死裏復活以後、和他同喫同喝的人。
使徒行傳 13:31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
那從加利利同他上耶路撒冷的人多日看見他、這些人如今在民間是他的見證。
使徒行傳 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
因爲你要將所看見的、所聽見的、對着萬人爲他作見證。
使徒行傳 22:20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
並且你的見證人司提反、被害流血的時候、我也站在旁邊歡喜.又看守害死他之人的衣裳。
使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.
羅馬書 1:9 μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
我在他兒子福音上、用心靈所事奉的神、可以見證我怎樣不住的題到你們、
哥林多後書 1:23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
我呼籲神給我的心作見證、我沒有往哥林多去是爲要寬容你們。
哥林多後書 13:1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
這是我第三次要到你們那裏去。憑兩三個人的口作見證、句句都要定準。
腓立比書 1:8 μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
我體會基督耶穌的心腸、切切的想念你們衆人.這是神可以給我作見證的。
帖撒羅尼迦前書 2:5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς,
因爲我們從來沒有用過諂媚的話、這是你們知道的.也沒有藏着貪心、這是神可以作見證的。
帖撒羅尼迦前書 2:10 ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
我們向你們信主的人、是何等聖潔、公義、無可指摘、有你們作見證、也有神作見證。
提摩太前書 5:19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων·
控告長老的呈子、非有兩三個見證就不要收。
提摩太前書 6:12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
你要爲眞道打那美好的仗、持定永生.你爲此被召.也在許多見證人面前、已經作了那美好的見證。
提摩太後書 2:2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
你在許多見證人面前聽見我所教訓的、也要交託那忠心能教導別人的人。
希伯來書 10:28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
人干犯摩西的律法、憑兩三個見證人、尚且不得憐恤而死.
希伯來書 12:1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
我們旣有這許多的見證人、如同雲彩圍着我們、就當放下各樣的重擔、脫去容易纏累我們的罪、存心忍耐、奔那擺在我們前頭的路程、
彼得前書 5:1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
我這作長老、作基督受苦的見證、同享後來所要顯現之榮耀的、勸你們中間與我同作長老的人。
啟示錄 1:5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ—
並那誠實作見證的、從死裏首先復活、爲世上君王元首的耶穌基督.有恩惠平安歸與你們。他愛我們、用自己的血使我們脫離罪惡.(脫離有古卷作洗去)
啟示錄 2:13 Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου, ὁ πιστός μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
我知道你的居所、就是有撒但座位之處.當我忠心的見證人安提帕在你們中間、撒但所住的地方被殺之時、你還堅守我的名、沒有棄絕我的道。
啟示錄 3:14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
你要寫信給老底嘉教會的使者、說、那爲阿們的、爲誠信眞實見證的、在神創造萬物之上爲元首的、說、
啟示錄 11:3 καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
我要使我那兩個見證人、穿着毛衣、傳道一千二百六十天。
啟示錄 17:6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
我又看見那女人喝醉了聖徒的血、和爲耶穌作見證之人的血.我看見他、就大大的希奇。