πρός 到、與、向
Strong G4314・介系詞・新約出現 696 次・英文:to, towards, with
中文義項
- 到:朝著某個目標延伸,可能有某種暗示的互動或相互作用(267 次)
- 倚;碰:朝著某個目標延伸,包括假定的接觸和反應(3 次)
- 在……旁邊:靠近另一個位置或物體的位置,經常有面朝的含意(28 次)
- 在……裏面;與……一起:某區域內的一個位置,由其他物體確定,並分佈在這些物體之間(7 次)
- 與;向:用於標記事件的經歷者,暗示參與者可能在某種二元關係中(226 次)
- 關於:(帶直接受格)用於標記內容,尤其是涉及人,和/或上下文暗示了某種類型的反應時(7 次)
- 與……;在……面前:表示聯合,通常有相互關聯的含意(31 次)
- 為了……目的;為了……緣故;為了:表示目的,指向某個事件或狀態的目標(44 次)
- 導致;結果是;結局是:表示結果,重點在於終點(9 次)
- 依照;根據;符合:表示一種對應的關係,可能有某種相互作用的含意(3 次)
- 快要;就快:一段時間的標記,這段時間在隨後時間段之前,暗示預期(1 次)
- 在:表示一個時間點的標記,可能暗示接近(1 次)
- 達到……的程度;直到;達到;一直到:程度延伸到特定的點,這個點由上下文來標示(2 次)
- 關於;在……和……之間:表示一種關係,有潛在的相互作用的含意(28 次)
- 在……看來;在……的判斷中:(帶直接受格)用於標記其觀點對事件甚為重要的參與者(6 次)
- 針對:(帶直接受格)用於標記對抗,可能暗指對先前事件的反應(27 次)
- 與……比較;相比;比起:表示與某事物(1 次)
- 短時間;短暫;暫時;一會兒;一些時候;一時;一段時間:形容相對較短的一段時間,強調事件或狀態的短暫性(7 次)
- 因反抗一個人或一項命令而使自己受傷害:(習語,直譯:用腳踢有刺的棒子)反抗權柄以至於對自己造成傷害或痛苦(1 次)
- 一會兒;短時間;短暫地;少時;瞬間;片刻:形容相對短暫的一段時間(2 次)
- 秘密地;私下地:(習語,直譯:到耳中)只有在私下聽到某個信息的人才知道的事情(1 次)
- 耳語;私語;悄聲說:(習語,直譯:說到耳中)悄聲說話,對象大概只限於某些聽眾(1 次)
to, towards, with.
字形
- πρὸς 介系詞(665 次)
- πρός 介系詞(28 次)
- Πρὸς 介系詞(3 次)
出處(第 1 / 14 頁)
馬太福音 2:12 καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
博士因爲在夢中被主指示、不要回去見希律、就從別的路回本地去了。
馬太福音 3:5 τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
那時、耶路撒冷和猶太全地、並約但河一帶地方的人、都出去到約翰那裏。
馬太福音 3:10 ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
現在斧子已經放在樹根上、凡不結好果子的樹、就砍下來、丟在火裏。
馬太福音 3:13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
當下、耶穌從加利利來到約但河、見了約翰、要受他的洗。
馬太福音 3:14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
約翰想要攔住他、說、我當受你的洗、你反倒上我這裏來麼。
馬太福音 3:15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
耶穌回答說、你暫且許我.因爲我們理當這樣盡諸般的義.(或作禮)於是約翰許了他。
馬太福音 4:6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
對他說、你若是神的兒子、可以跳下去.因爲經上記着說、『主要爲你吩咐他的使者、用手托着你、免得你的脚碰在石頭上。』
馬太福音 5:28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
只是我告訴你們、凡看見婦女就動淫念的、這人心裏已經與他犯姦淫了。
馬太福音 6:1 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
你們要小心、不可將善事行在人的面前、故意叫他們看見.若是這樣、就不能得你們天父的賞賜了。
馬太福音 7:15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
你們要防備假先知.他們到你們這裏來、外面披着羊皮、裏面卻是殘暴的狼。
馬太福音 10:6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
寧可往以色列家迷失的羊那裏去。
馬太福音 10:13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
那家若配得平安、你們所求的平安、就必臨到那家.若不配得、你們所求的平安仍歸你們。
馬太福音 11:28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
凡勞苦擔重擔的人、可以到我這裏來、我就使你們得安息。
馬太福音 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
有許多人到他那裏聚集、他只得上船坐下.衆人都站在岸上。
馬太福音 13:30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
容這兩樣一齊長、等着收割.當收割的時候、我要對收割的人說、先將稗子薅出來、捆成捆、留着燒.惟有麥子、要收在倉裏。
馬太福音 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
他妹妹們不是都在我們這裏麼.這人從那裏有這一切的事呢。
馬太福音 14:25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
夜裏四更天、耶穌在海面上走、往門徒那裏去。
馬太福音 14:28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα·
彼得說、主、如果是你、請叫我從水面上走到你那裏去。
馬太福音 14:29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.
耶穌說、你來罷。彼得就從船上下去、在水面上走、要到耶穌那裏去.
馬太福音 17:14 Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
耶穌和門徒到了衆人那裏、有一個人來見耶穌、跪下、說、
馬太福音 19:8 λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
耶穌說、摩西因爲你們的心硬、所以許你們休妻.但起初並不是這樣。
馬太福音 19:14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
耶穌說、讓小孩子到我這裏來、不要禁止他們.因爲在天國的、正是這樣的人。
馬太福音 21:32 ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
因爲約翰遵着義路到你們這裏來、你們卻不信他.稅吏和娼妓倒信他。你們看見了、後來還是不懊悔去信他。
馬太福音 21:34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
收果子的時候近了、就打發僕人、到園戶那裏去收果子。
馬太福音 21:37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου.
後來打發他的兒子到他們那裏去、意思說、他們必尊敬我的兒子。
馬太福音 23:5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα,
他們一切所作的事、都是要叫人看見.所以將佩戴的經文做寬了、衣裳的繸子做長了.
馬太福音 23:34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
所以我差遣先知和智慧人並文士、到你們這裏來.有的你們要殺害、要釘十字架.有的你們要在會堂裏鞭打、從這城追逼到那城.
馬太福音 23:37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
耶路撒冷阿、耶路撒冷阿、你常殺害先知、又用石頭打死那奉差遣到你這裏來的人.我多次願意聚集你的兒女、好像母雞把小雞聚集在翅膀底下、只是你們不願意。
馬太福音 25:9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
聰明的回答說、恐怕不彀你我用的.不如你們自己到賣油的那裏去買罷。
馬太福音 25:36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
我赤身露體、你們給我穿.我病了、你們看顧我.我在監裏、你們來看我。
馬太福音 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
又甚麼時候見你病了、或是在監裏、來看你呢。
馬太福音 26:12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
他將這香膏澆在我身上、是爲我安葬作的。
馬太福音 26:14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
當下、十二門徒裏、有一個稱爲加畧人猶大的、去見祭司長、說、
馬太福音 26:18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
耶穌說、你們進城去、到某人那裏、對他說、夫子說、我的時候快到了.我與門徒要在你家裏守逾越節。
馬太福音 26:18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
耶穌說、你們進城去、到某人那裏、對他說、夫子說、我的時候快到了.我與門徒要在你家裏守逾越節。
馬太福音 26:40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
來到門徒那裏、見他們睡着了、就對彼得說、怎麼樣、你們不能同我儆醒片時麼。
馬太福音 26:45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
於是來到門徒那裏、對他們說、現在你們仍然睡覺安歇罷。(罷或作麼)時候到了、人子被賣在罪人手裏了。
馬太福音 26:57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
拿耶穌的人、把他帶到大祭司該亞法那裏去.文士和長老、已經在那裏聚會。
馬太福音 27:4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.
我賣了無辜之人的血、是有罪了。他們說、那與我們有甚麼相干.你自己承當罷。
馬太福音 27:14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
耶穌仍不回答、連一句話也不說、以致巡撫甚覺希奇。
馬太福音 27:19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
正坐堂的時候、他的夫人打發人來說、這義人的事、你一點不可管.因爲我今天在夢中、爲他受了許多的苦。
馬太福音 27:62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
次日、就是豫備日的第二天、祭司長和法利賽人聚集、來見彼拉多、說、
馬可福音 1:5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
猶太全地、和耶路撒冷的人、都出去到約翰那裏、承認他們的罪、在約但河裏受他的洗。
馬可福音 1:27 καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
衆人都驚訝、以致彼此對問說、這是甚麼事、是個新道理阿.他用權柄吩咐汚鬼、連汚鬼也聽從了他。
馬可福音 1:32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
天晚日落的時候、有人帶着一切害病的、和被鬼附的、來到耶穌跟前。
馬可福音 1:33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
合城的人都聚集在門前。
馬可福音 1:40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一個長大痲瘋的、來求耶穌、向他跪下說、你若肯、必能叫我潔淨了。
馬可福音 1:45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
那人出去、倒說許多的話、把這件事傳揚開了、叫耶穌以後不得再明明的進城、只好在外邊曠野地方.人從各處都就了他來。
馬可福音 2:2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
就有許多人聚集、甚至連門前都沒有空地、耶穌就對他們講道。
馬可福音 2:3 καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
有人帶着一個癱子來見耶穌、是用四個人抬來的。