ἀπέρχομαι 離開、不再存在、逝去

Strong G565・動詞・新約出現 117 次・英文:I come or go away from, depart, return

中文義項

  1. 離開:離開參考點,強調離開,但不涉及任何由此產生的分離或決裂狀態(107 次)
  2. 不再存在;逝去;停止:不再存在(7 次)
  3. 不再作門徒;不再跟隨:(習語,直譯:回到過去)終止作……的跟隨者或門徒(1 次)
  4. 發生同性性行為:(習語,直譯:追求異常的肉體)發生違背本性的性行為(1 次)
  5. 回家;回到自己的地方:(習語,直譯:回到自己)返回自己的地方或住所(1 次)

I come or go away from, depart, return, arrive, go after, follow.

字形

出處(第 1 / 3 頁)

馬太福音 2:22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
只因聽見亞基老接着他父親希律作了猶太王、就怕往那裏去.又在夢中被主指示、便往加利利境內去了。

馬太福音 4:24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.
他的名聲就傳徧了叙利亞.那裏的人把一切害病的、就是害各樣疾病、各樣疼痛的、和被鬼附的、癲癇的、癱瘓的、都帶了來、耶穌就治好了他們。

馬太福音 5:30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.
若是右手叫你跌倒、就砍下來丟掉.寧可失去百體中的一體、不叫全身下入地獄。

馬太福音 8:18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
耶穌見許多人圍着他、就吩咐渡到那邊去。

馬太福音 8:19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
有一個文士來、對他說、夫子、你無論往那裏去、我要跟從你。

馬太福音 8:21 ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
又有一個門徒對耶穌說、主阿、容我先回去埋葬我的父親。

馬太福音 8:32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
耶穌說、去罷.鬼就出來、進入豬羣.全羣忽然闖下山崖、投在海裏淹死了。

馬太福音 8:33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
放豬的就逃跑進城、將這一切事、和被鬼附的人所遭遇的、都告訴人。

馬太福音 9:7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
那人就起來、回家去了。

馬太福音 10:5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
耶穌差這十二個人去、吩咐他們說、外邦人的路、你們不要走.撒瑪利亞人的城、你們不要進.

馬太福音 13:25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
及至人睡覺的時候、有仇敵來、將稗子撒在麥子裏、就走了。

馬太福音 13:28 ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν· Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
主人說、這是仇敵作的。僕人說、你要我們去薅出來麼。

馬太福音 13:46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
遇見一顆重價的珠子、就去變賣他一切所有的、買了這顆珠子。

馬太福音 14:15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
天將晚的時候、門徒進前來說、這是野地、時候已經過了.請叫衆人散開、他們好往村子裏去、自己買喫的。

馬太福音 14:16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
耶穌說、不用他們去、你們給他們喫罷。

馬太福音 16:4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
一個邪惡淫亂的世代求神蹟、除了約拿的神蹟以外、再沒有神蹟給他看.耶穌就離開他們去了。

馬太福音 16:21 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
從此耶穌纔指示門徒、他必須上耶路撒冷去、受長老祭司長文士許多的苦、並且被殺、第三日復活。

馬太福音 18:30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
他不肯、竟去把他下在監裏、等他還了所欠的債。

馬太福音 19:22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
那少年人聽見這話、就憂憂愁愁的走了.因爲他的產業很多。

馬太福音 20:5 οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
約在午正和申初又出去、也是這樣行。

馬太福音 21:29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.
他回答說、我不去.以後自己懊悔就去了。

馬太福音 21:30 προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
又來對小兒子也是這樣說、他回答說、父阿、我去.他卻不去。

馬太福音 22:5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
那些人不理就走了.一個到自己田裏去.一個作買賣去.

馬太福音 22:22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
他們聽見就希奇、離開他走了。

馬太福音 25:10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
他們去買的時候、新郎到了.那豫備好了的、同他進去坐席.門就關了。

馬太福音 25:18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
但那領一千的、去掘開地、把主人的銀子埋藏了。

馬太福音 25:25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
我就害怕、去把你的一千銀子埋藏在地裏.請看、你的原銀子在這裏。

馬太福音 25:46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
這些人要往永刑裏去.那些義人要往永生裏去。

馬太福音 26:36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
耶穌同門徒來到一個地方、名叫客西馬尼、就對他們說、你們坐在這裏、等我到那邊去禱告。

馬太福音 26:42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
第二次又去禱告說、我父阿、這杯若不能離開我、必要我喝、就願你的意旨成全。

馬太福音 26:44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
耶穌又離開他們去了.第三次禱告、說的話還是與先前一樣。

馬太福音 27:5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
猶大就把那銀錢丟在殿裏、出去弔死了。

馬太福音 27:60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
安放在自己的新墳墓裏、就是他鑿在磐石裏的.他又把大石頭輥到墓門口、就去了。

馬太福音 28:8 καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
婦女們就急忙離開墳墓、又害怕、又大大的歡喜、跑去要報給他的門徒。

馬太福音 28:10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
耶穌對他們說、不要害怕、你們去告訴我的弟兄、叫他們往加利利去、在那裏必見我。

馬可福音 1:20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
耶穌隨卽招呼他們.他們就把父親西庇太、和雇工人留在船上、跟從耶穌去了。

馬可福音 1:35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
次日早晨、天未亮的時候、耶穌起來、到曠野地方去、在那裏禱告。

馬可福音 1:42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
大痲瘋卽時離開他、他就潔淨了。

馬可福音 3:13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
耶穌上了山、隨自己的意思叫人來、他們便來到他那裏。

馬可福音 5:17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
衆人就央求耶穌離開他們的境界。

馬可福音 5:20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
那人就走了、在低加波利、傳揚耶穌爲他作了何等大的事、衆人就都希奇。

馬可福音 5:24 καὶ ἀπῆλθεν μετ’ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
耶穌就和他同去、有許多人跟隨擁擠他。

馬可福音 6:27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
隨卽差一個護衞兵、吩咐拿約翰的頭來.護衞兵就去在監裏斬了約翰、

馬可福音 6:32 καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν.
他們就坐船、暗暗的往曠野地方去。

馬可福音 6:36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.
請叫衆人散開、他們好往四面鄉村裏去、自己買甚麼喫。

馬可福音 6:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;
耶穌回答說、你們給他們喫罷.門徒說、我們可以去買二十兩銀子的餅、給他們喫麼。

馬可福音 6:46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
他旣辭別了他們、就往山上去禱告。

馬可福音 7:24 Ἐκεῖθεν δὲ ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν·
耶穌從那裏起身、往推羅西頓的境內去.進了一家、不願意人知道、卻隱藏不住。

馬可福音 7:30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
他就回家去、見小孩子躺在牀上、鬼已經出去了。

馬可福音 8:13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
他就離開他們、又上船往海那邊去了。

下一頁 →