ἑτοιμάζω 做好準備、預備、準備

Strong G2090・動詞・新約出現 40 次・英文:I make ready, prepare

中文義項

  1. 做好準備;預備;準備:(ἑτοιμασία「準備好」 的衍生詞)使準備好(40 次)

I make ready, prepare.

字形

出處

馬太福音 3:3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
這人就是先知以賽亞所說的、他說、『在曠野有人聲喊着說、豫備主的道、修直他的路。』

馬太福音 20:23 λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
耶穌說、我所喝的杯、你們必要喝.只是坐在我的左右、不是我可以賜的.乃是我父爲誰豫備的、就賜給誰。

馬太福音 22:4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
王又打發別的僕人說、你們告訴那被召的人、我的筵席已經豫備好了、牛和肥畜已經宰了、各樣都齊備.請你們來赴席。

馬太福音 25:34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
於是王要向那右邊的說、你們這蒙我父賜福的、可來承受那創世以來爲你們所豫備的國。

馬太福音 25:41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
王又要向那左邊的說、你們這被咒詛的人、離開我、進入那爲魔鬼和他的使者所豫備的永火裏去。

馬太福音 26:17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
除酵節的第一天、門徒來問耶穌說、你喫逾越節的筵席、要我們在那裏給你豫備。

馬太福音 26:19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
門徒遵着耶穌所吩咐的就去豫備了逾越節的筵席。

馬可福音 1:3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
在曠野有人聲喊着說、豫備主的道、修直他的路。』

馬可福音 10:40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
只是坐在我的左右、不是我可以賜的.乃是爲誰豫備的、就賜給誰。

馬可福音 14:12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
除酵節的第一天、就是宰逾越羊羔的那一天、門徒對耶穌說、你喫逾越節的筵席、要我們往那裏去豫備呢。

馬可福音 14:15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
他必指給你們擺設整齊的一間大樓、你們就在那裏爲我們豫備。

馬可福音 14:16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
門徒出去、進了城、所遇見的、正如耶穌所說的.他們就豫備了逾越節的筵席。

路加福音 1:17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
他必有以利亞的心志能力、行在主的前面、叫爲父的心轉向兒女、叫悖逆的人轉從義人的智慧.又爲主豫備合用的百姓。

路加福音 1:76 καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
孩子阿、你要稱爲至高者的先知.因爲你要行在主的前面、豫備他的道路.

路加福音 2:31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
就是你在萬民面前所豫備的.

路加福音 3:4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
正如先知以賽亞書上所記的話、說、『在曠野有人聲喊着說、豫備主的道、修直他的路。

路加福音 9:52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
便打發使者在他前頭走.他們到了撒瑪利亞的一個村莊、要爲他豫備。

路加福音 12:20 εἶπεν δὲ αὐτῷ ὁ θεός· Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
神卻對他說、無知的人哪、今夜必要你的靈魂.你所豫備的、要歸誰呢。

路加福音 12:47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
僕人知道主人的意思、卻不豫備、又不順他的意思行、那僕人必多受責打.

路加福音 17:8 ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
豈不對他說、你給我豫備晚飯、束上帶子伺候我、等我喫喝完了、你纔可以喫喝麼。

路加福音 22:8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
耶穌打發彼得、約翰、說、你們去爲我們豫備逾越節的筵席、好叫我們喫。

路加福音 22:9 οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν;
他們問他說、要我們在那裏豫備。

路加福音 22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
他必指給你們擺設整齊的一間大樓、你們就在那裏豫備。

路加福音 22:13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
他們去了、所遇見的、正如耶穌所說的.他們就豫備了逾越節的筵席。

路加福音 23:56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
他們就回去、豫備了香料香膏。他們在安息日、便遵着誡命安息了。

路加福音 24:1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
七日的頭一日、黎明的時候、那些婦女帶着所豫備的香料、來到墳墓前。

約翰福音 14:2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
在我父的家裏、有許多住處.若是沒有、我就早已告訴你們了.我去原是爲你們豫備地方去。

約翰福音 14:3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
我若去爲你們豫備了地方、就必再來接你們到我那裏去.我在那裏、叫你們也在那裏。

使徒行傳 23:23 Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
千夫長便叫了兩個百夫長來、說、豫備步兵二百、馬兵七十、長槍手二百、今夜亥初往該撒利亞去.

哥林多前書 2:9 ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
如經上所記、『神爲愛他的人所豫備的、是眼睛未曾看見、耳朶未曾聽見、人心也未曾想到的。』

提摩太後書 2:21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
人若自潔、脫離卑賤的事、就必作貴重的器皿、成爲聖潔、合乎主用、豫備行各樣的善事。

腓利門書 1:22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
此外你還要給我豫備住處、因爲我盼望藉着你們的禱告、必蒙恩到你們那裏去。

希伯來書 11:16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
他們卻羨慕一個更美的家鄉、就是在天上的.所以神被稱爲他們的神、並不以爲恥.因爲他已經給他們豫備了一座城。

啟示錄 8:6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
拿着七枝號的七位天使、就豫備要吹。

啟示錄 9:7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
蝗蟲的形狀、好像豫備出戰的馬一樣、頭上戴的好像金冠冕、臉面好像男人的臉面。

啟示錄 9:15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
那四個使者就被釋放.他們原是豫備好了、到某年某月某日某時、要殺人的三分之一。

啟示錄 12:6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
婦人就逃到曠野、在那裏有神給他豫備的地方、使他被養活一千二百六十天。

啟示錄 16:12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
第六位天使把碗倒在伯拉大河上、河水就乾了、要給那從日出之地所來的衆王豫備道路。

啟示錄 19:7 χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,
我們要歡喜快樂、將榮耀歸給他.因爲羔羊婚娶的時候到了、新婦也自己豫備好了。

啟示錄 21:2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
我又看見聖城新耶路撒冷由神那裏從天而降、豫備好了、就如新婦妝飾整齊、等候丈夫。