δέ 但是、另一方面、和
Strong G1161・連接詞・新約出現 2766 次・英文:but, on the other hand, and
中文義項
- 和(中文通常不必譯出來):表示一種附加的關係,但可能包含一些對比(360 次)
- 和;以及(中文通常不必譯出來):表示一系列密切關聯的事件(641 次)
- 但是;另一方面:表示對比(891 次)
- 一些……另一些;首先……其次:表示兩個或多個項目,這些項目具有附加相關和主題平行的特點(37 次)
- 一方面……但另一方面:表示一組互相對比的項目(88 次)
a weak adversative particle, generally placed second in its clause; but, on the other hand, and.
字形
- δὲ 連接詞(2597 次)
- δέ 連接詞(145 次)
- δ’ 連接詞(24 次)
出處(第 24 / 56 頁)
路加福音 23:18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
衆人卻一齊喊着說、除掉這個人、釋放巴拉巴給我們。
路加福音 23:18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
衆人卻一齊喊着說、除掉這個人、釋放巴拉巴給我們。
路加福音 23:20 πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
彼拉多願意釋放耶穌、就又勸解他們.
路加福音 23:21 οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρου σταύρου αὐτόν.
無奈他們喊着說、釘他十字架、釘他十字架。
路加福音 23:22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
彼拉多第三次對他們說、爲甚麼呢、這人作了甚麼惡事呢、我並沒有查出他甚麼該死的罪來.所以我要責打他、把他釋放了。
路加福音 23:23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
他們大聲催逼彼拉多、求他把耶穌釘在十字架上。他們的聲音就得了勝、
路加福音 23:25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
把他們所求的那作亂殺人下在監裏的、釋放了.把耶穌交給他們、任憑他們的意思行。
路加福音 23:25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
把他們所求的那作亂殺人下在監裏的、釋放了.把耶穌交給他們、任憑他們的意思行。
路加福音 23:27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
有許多百姓、跟隨耶穌、內中有好些婦女、婦女們爲他號咷痛哭。
路加福音 23:28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
耶穌轉身對他們說、耶路撒冷的女子、不要爲我哭、當爲自己和自己的兒女哭。
路加福音 23:32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
又有兩個犯人、和耶穌一同帶來處死。
路加福音 23:33 καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
到了一個地方、名叫髑髏地、就在那裏把耶穌釘在十字架上、又釘了兩個犯人、一個在左邊、一個在右邊。
路加福音 23:34 ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.
當下耶穌說、父阿、赦免他們.因爲他們所作的、他們不曉得。兵丁就拈鬮分他的衣服。
路加福音 23:34 ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.
當下耶穌說、父阿、赦免他們.因爲他們所作的、他們不曉得。兵丁就拈鬮分他的衣服。
路加福音 23:35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ, ὁ ἐκλεκτός.
百姓站在那裏觀看。官府也嗤笑他說、他救了別人.他若是基督、神所揀選的、可以救自己罷。
路加福音 23:36 ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
兵丁也戲弄他、上前拿醋送給他喝、
路加福音 23:38 ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
在耶穌以上有一個牌子、(有古卷在此有用希利尼羅馬希伯來的文字)寫着、這是猶太人的王。
路加福音 23:39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων· Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
那同釘的兩個犯人、有一個譏誚他說、你不是基督麼.可以救自己和我們罷。
路加福音 23:40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
那一個就應聲責備他說、你旣是一樣受刑的、還不怕神麼。
路加福音 23:41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
我們是應該的.因我們所受的、與我們所作的相稱.但這個人沒有作過一件不好的事。
路加福音 23:45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
日頭變黑了.殿裏的幔子從當中裂爲兩半。
路加福音 23:46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
耶穌大聲喊着說、父阿、我將我的靈魂交在你手裏.說了這話、氣就斷了。
路加福音 23:47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
百夫長看見所成的事、就歸榮耀與神說、這眞是個義人。
路加福音 23:49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
還有一切與耶穌熟識的人、和從加利利跟着他來的婦女們、都遠遠的站着、看這些事。
路加福音 23:55 κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
那些從加利利和耶穌同來的婦女、跟在後面、看見了墳墓、和他的身體怎樣安放。
路加福音 23:56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
他們就回去、豫備了香料香膏。他們在安息日、便遵着誡命安息了。
路加福音 24:1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
七日的頭一日、黎明的時候、那些婦女帶着所豫備的香料、來到墳墓前。
路加福音 24:2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
看見石頭已經從墳墓輥開了.
路加福音 24:3 εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα.
他們就進去、只是不見主耶穌的身體。
路加福音 24:5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
婦女們驚怕、將臉伏地.那兩個人就對他們說、爲甚麼在死人中找活人呢。
路加福音 24:10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
那告訴使徒的、就是抹大拉的馬利亞、和約亞拿、並雅各的母親馬利亞、還有與他們在一處的婦女。
路加福音 24:12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.
彼得起來、跑到墳墓前、低頭往裏看、見細麻布獨在一處、就回去了、心裏希奇所成的事。
路加福音 24:16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
只是他們的眼睛迷糊了、不認識他。
路加福音 24:17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.
耶穌對他們說、你們走路彼此談論的是甚麼事呢.他們就站住、臉上帶着愁容。
路加福音 24:18 ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
二人中有一個名叫革流巴的、回答說、你在耶路撒冷作客、還不知道這幾天在那裏所出的事麼。
路加福音 24:19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
耶穌說、甚麼事呢.他們說、就是拿撒勒人耶穌的事.他是個先知、在神和衆百姓面前、說話行事都有大能。
路加福音 24:21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο.
但我們素來所盼望要贖以色列民的就是他。不但如此、而且這事成就、現在已經三天了。
路加福音 24:24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
又有我們的幾個人、往墳墓那裏去、所遇見的、正如婦女們所說的、只是沒有看見他。
路加福音 24:31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.
他們的眼睛明亮了、這纔認出他來.忽然耶穌不見了。
路加福音 24:36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν.
正說這話的時候、耶穌親自站在他們當中、說、願你們平安。
路加福音 24:37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
他們卻驚慌害怕、以爲所看見的是魂。
路加福音 24:41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;
他們正喜得不敢信、並且希奇、耶穌就說、你們這裏有甚麼喫的沒有。
路加福音 24:42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος·
他們便給他一片燒魚。(有古卷在此有和一塊蜜房)
路加福音 24:44 Εἶπεν δὲ πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
耶穌對他們說、這就是我從前與你們同在之時、所告訴你們的話、說、摩西的律法、先知的書、和詩篇上所記的、凡指着我的話、都必須應驗。
路加福音 24:49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
我要將我父所應許的降在你們身上.你們要在城裏等候、直到你們領受從上頭來的能力。
路加福音 24:50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
耶穌領他們到伯大尼的對面、就舉手給他們祝福。
約翰福音 1:12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
凡接待他的、就是信他名的人、他就賜他們權柄、作神的兒女。
約翰福音 1:38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις;
耶穌轉過身來、看見他們跟着、就問他們說、你們要甚麼。他們說、拉比、在那裏住。(拉比繙出來、就是夫子。)
約翰福音 1:38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις;
耶穌轉過身來、看見他們跟着、就問他們說、你們要甚麼。他們說、拉比、在那裏住。(拉比繙出來、就是夫子。)
約翰福音 1:44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
這腓力是伯賽大人、和安得烈、彼得同城。