πλῆθος 人群、群眾、很大數量
Strong G4128・名詞・新約出現 31 次・英文:a multitude
中文義項
- 很大數量;許多;眾多:大量可計數的物品或事件,可能暗示某種分類(11 次)
- 人群;群眾:一群臨時聚集沒有特定組織的人,人數相當多,為了任何目的而聚集(20 次)
a multitude, crowd, great number, assemblage.
字形
- πλῆθος 名詞 主格 單數 中性(18 次)
- πλῆθος 名詞 直接受格 單數 中性(7 次)
- πλήθους 名詞 所有格 單數 中性(4 次)
- πλήθη 名詞 主格 複數 中性(1 次)
- πλήθει 名詞 間接受格 單數 中性(1 次)
出處
馬可福音 3:7 Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
耶穌和門徒退到海邊去.有許多人從加利利跟隨他.
馬可福音 3:8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν.
還有許多人聽見他所作的大事、就從猶太、耶路撒冷、以土買、約但河外、並推羅西頓的四方、來到他那裏。
路加福音 1:10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·
燒香的時候、衆百姓在外面禱告。
路加福音 2:13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
忽然有一大隊天兵、同那天使讚美神說、
路加福音 5:6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν.
他們下了網、就圈住許多魚、網險些裂開.
路加福音 6:17 Καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
耶穌和他們下了山、站在一塊平地上.同站的有許多門徒、又有許多百姓、從猶太全地、和耶路撒冷、並推羅西頓的海邊來.都要聽他講道、又指望醫治他們的病.
路加福音 8:37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
格拉森四圍的人、因爲害怕得很、都求耶穌離開他們.耶穌就上船回去了。
路加福音 19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
將近耶路撒冷、正下橄欖山的時候、衆門徒因所見過的一切異能、都歡樂起來、大聲讚美神、
路加福音 23:1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
衆人都起來、把耶穌解到彼拉多面前。
路加福音 23:27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
有許多百姓、跟隨耶穌、內中有好些婦女、婦女們爲他號咷痛哭。
約翰福音 5:3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
裏面躺着瞎眼的、瘸腿的、血氣枯乾的、許多病人。(有古卷在此有等候水動)
約翰福音 21:6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
耶穌說、你們把網撒在船的右邊、就必得着。他們便撒下網去、竟拉不上來了、因爲魚甚多。
使徒行傳 2:6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
這聲音一響、衆人都來聚集、各人聽見門徒用衆人的鄉談說話、就甚納悶.
使徒行傳 4:32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά.
那許多信的人、都是一心一意的、沒有一人說、他的東西有一樣是自己的、都是大家公用。
使徒行傳 5:14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
信而歸主的人、越發增添、連男帶女很多)
使徒行傳 5:16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
還有許多人、帶着病人、和被汚鬼纏磨的、從耶路撒冷四圍的城邑來、全都得了醫治。
使徒行傳 6:2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις·
十二使徒叫衆門徒來、對他們說、我們撇下神的道、去管理飯食、原是不合宜的。
使徒行傳 6:5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
大衆都喜悅這話、就揀選了司提反、乃是大有信心、聖靈充滿的人、又揀選腓利、伯羅哥羅、尼迦挪、提門、巴米拿、並進猶太教的安提阿人尼哥拉.
使徒行傳 14:1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
二人在以哥念同進猶太人的會堂、在那裏講的叫猶太人、和希利尼人、信的很多。
使徒行傳 14:4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
城裏的衆人就分了黨.有附從猶太人的、有附從使徒的。
使徒行傳 15:12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
衆人都默默無聲、聽巴拿巴和保羅、述說神藉他們在外邦人中所行的神蹟奇事。
使徒行傳 15:30 Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
他們旣奉了差遣、就下安提阿去、聚集衆人、交付書信。
使徒行傳 17:4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
他們中間有些人聽了勸、就附從保羅和西拉.並有許多虔敬的希利尼人、尊貴的婦女也不少。
使徒行傳 19:9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
後來有些人、心裏剛硬不信、在衆人面前毀謗這道、保羅就離開他們、也叫門徒與他們分離、便在推喇奴的學房、天天辯論。
使徒行傳 21:36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες· Αἶρε αὐτόν.
衆人跟在後面、喊着說、除掉他。
使徒行傳 23:7 τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
說了這話、法利賽人和撒都該人、就爭論起來、會衆分爲兩黨。
使徒行傳 25:24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
非斯都說、亞基帕王、和在這裏的諸位阿、你們看這人、就是一切猶太人在耶路撒冷、和這裏、曾向我懇求、呼叫說、不可容他再活着。
使徒行傳 28:3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
那時、保羅拾起一捆柴、放在火上、有一條毒蛇、因爲熱了出來、咬住他的手。
希伯來書 11:12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
所以從一個彷彿已死的人就生出子孫、如同天上的星那樣衆多、海邊的沙那樣無數。
雅各書 5:20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
這人該知道叫一個罪人從迷路上轉回、便是救一個靈魂不死、並且遮蓋許多的罪。
彼得前書 4:8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
最要緊的是彼此切實相愛.因爲愛能遮掩許多的罪。