δαιμόνιον 惡魔、邪靈、神

Strong G1140・名詞・新約出現 63 次・英文:an evil-spirit, demon

中文義項

  1. 惡魔;邪靈:邪惡的超自然生物或靈體(62 次)
  2. 神;鬼神:地位稍遜於 θεός「神」 的超自然生物(1 次)

an evil-spirit, demon; a heathen deity.

字形

出處(第 1 / 2 頁)

馬太福音 7:22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
當那日必有許多人對我說、主阿、主阿、我們不是奉你的名傳道、奉你的名趕鬼、奉你的名行許多異能麼。

馬太福音 9:33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
鬼被趕出去、啞吧就說出話來.衆人都希奇說、在以色列中、從來沒有見過這樣的事。

馬太福音 9:34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
法利賽人卻說、他是靠着鬼王趕鬼。

馬太福音 9:34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
法利賽人卻說、他是靠着鬼王趕鬼。

馬太福音 10:8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
醫治病人、叫死人復活、叫長大痲瘋的潔淨、把鬼趕出去.你們白白的得來、也要白白的捨去。

馬太福音 11:18 ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει·
約翰來了、也不喫、也不喝、人就說他是被鬼附着的。

馬太福音 12:24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
但法利賽人聽見、就說、這個人趕鬼、無非是靠着鬼王別西卜阿。

馬太福音 12:24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
但法利賽人聽見、就說、這個人趕鬼、無非是靠着鬼王別西卜阿。

馬太福音 12:27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
我若靠着別西卜趕鬼、你們的子弟趕鬼、又靠着誰呢.這樣、他們就要斷定你們的是非。

馬太福音 12:28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若靠着神的靈趕鬼、這就是神的國臨到你們了。

馬太福音 17:18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
耶穌斥責那鬼、鬼就出來.從此孩子就痊愈了。

馬可福音 1:34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
耶穌治好了許多害各樣病的人、又趕出許多鬼、不許鬼說話、因爲鬼認識他。

馬可福音 1:34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
耶穌治好了許多害各樣病的人、又趕出許多鬼、不許鬼說話、因爲鬼認識他。

馬可福音 1:39 καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
於是在加利利全地、進了會堂、傳道趕鬼。

馬可福音 3:15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
並給他們權柄趕鬼。

馬可福音 3:22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
從耶路撒冷下來的文士說、他是被別西卜附着.又說、他是靠着鬼王趕鬼。

馬可福音 3:22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
從耶路撒冷下來的文士說、他是被別西卜附着.又說、他是靠着鬼王趕鬼。

馬可福音 6:13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
又趕出許多的鬼、用油抹了許多病人、治好他們。

馬可福音 7:26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
這婦人是希利尼人、屬叙利非尼基族。他求耶穌趕出那鬼、離開他的女兒。

馬可福音 7:29 καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον.
耶穌對他說、因這句話、你回去罷.鬼已經離開你的女兒了。

馬可福音 7:30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
他就回家去、見小孩子躺在牀上、鬼已經出去了。

馬可福音 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.
約翰對耶穌說、夫子、我們看見一個人、奉你的名趕鬼、我們就禁止他、因爲他不跟從我們。

馬可福音 16:9 ⟦Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
在七日的第一日清早、耶穌復活了、就先向抹大拉的馬利亞顯現.耶穌從他身上曾趕出七個鬼。

馬可福音 16:17 σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς,
信的人必有神蹟隨着他們.就是奉我的名趕鬼.說新方言.

路加福音 4:33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
在會堂裏有一個人、被汚鬼的精氣附着、大聲喊叫說、

路加福音 4:35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
耶穌責備他說、不要作聲、從這人身上出來罷.鬼把那人摔倒在衆人中間、就出來了、卻也沒有害他。

路加福音 4:41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
又有鬼從好些人身上出來、喊着說、你是神的兒子。耶穌斥責他們、不許他們說話、因爲他們知道他是基督。

路加福音 7:33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει·
施洗的約翰來、不喫餅、不喝酒.你們說他是被鬼附着的。

路加福音 8:2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
還有被惡鬼所附、被疾病所累、已經治好的幾個婦女、內中有稱爲抹大拉的馬利亞、曾有七個鬼從他身上趕出來.

路加福音 8:27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
耶穌上了岸、就有城裏一個被鬼附着的人、迎面而來、這個人許久不穿衣服、不住房子、只住在墳塋裏。

路加福音 8:29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐汚鬼從那人身上出來.原來這鬼屢次抓住他、他常被人看守、又被鐵鍊和脚鐐捆鎖、他竟把鎖鍊掙斷、被鬼趕到曠野去。

路加福音 8:30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς· Τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
耶穌問他說、你名叫甚麼.他說、我名叫羣.這是因爲附着他的鬼多。

路加福音 8:33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
鬼就從那人出來、進入豬裏去.於是那羣豬闖下山崖、投在湖裏淹死了。

路加福音 8:35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
衆人出來要看是甚麼事.到了耶穌那裏、看見鬼所離開的那人、坐在耶穌脚前、穿着衣服、心裏明白過來、他們就害怕。

路加福音 8:38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·
鬼所離開的那人、懇求和耶穌同在.耶穌卻打發他回去、

路加福音 9:1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
耶穌叫齊了十二個門徒、給他們能力權柄、制伏一切的鬼、醫治各樣的病。

路加福音 9:42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
正來的時候、鬼把他摔倒、叫他重重的抽瘋。耶穌就斥責那汚鬼、把孩子治好了、交給他父親。

路加福音 9:49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν.
約翰說、夫子、我們看見一個人奉你的名趕鬼、我們就禁止他.因爲他不與我們一同跟從你。

路加福音 10:17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
那七十個人歡歡喜喜的回來說、主阿、因你的名、就是鬼也服了我們。

路加福音 11:14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·
耶穌趕出一個叫人啞吧的鬼.鬼出去了、啞吧就說出話來.衆人都希奇。

路加福音 11:14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·
耶穌趕出一個叫人啞吧的鬼.鬼出去了、啞吧就說出話來.衆人都希奇。

路加福音 11:15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
內中卻有人說、他是靠着鬼王別西卜趕鬼。

路加福音 11:15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
內中卻有人說、他是靠着鬼王別西卜趕鬼。

路加福音 11:18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
若撒但自相分爭、他的國怎能站得住呢.因爲你們說我是靠着別西卜趕鬼。

路加福音 11:19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
我若靠着別西卜趕鬼、你們的子弟趕鬼、又靠着誰呢.這樣、他們就要斷定你們的是非。

路加福音 11:20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若靠着神的能力趕鬼、這就是神的國臨到你們了。

路加福音 13:32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
耶穌說、你們去告訴那個狐狸說、今天明天我趕鬼治病、第三天我的事就成全了。

約翰福音 7:20 ἀπεκρίθη ὁ ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
衆人回答說你是被鬼附着了.誰想要殺你。

約翰福音 8:48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
猶太人回答說、我們說你是撒瑪利亞人、並且是鬼附着的、這話豈不正對麼。

約翰福音 8:49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
耶穌說、我不是鬼附着的.我尊敬我的父、你們倒輕慢我。

下一頁 →