διδάσκω 教導、教訓
Strong G1321・動詞・新約出現 96 次・英文:I teach
中文義項
- 教導;教訓:在正式或非正式場合提供指導(97 次)
I teach, direct, admonish.
字形
- διδάσκων 動詞 現在式 主動語態 分詞 主格 單數 陽性(23 次)
- ἐδίδασκεν 動詞 未完成式 主動語態 直說語氣 第三人稱 單數(13 次)
- διδάσκειν 動詞 現在式 主動語態 不定詞(13 次)
- διδάσκοντες 動詞 現在式 主動語態 分詞 主格 複數 陽性(9 次)
- διδάσκεις 動詞 現在式 主動語態 直說語氣 第二人稱 單數(7 次)
- διδάξαι 動詞 不定過去式 主動語態 不定詞(3 次)
- διδάσκει 動詞 現在式 主動語態 直說語氣 第三人稱 單數(3 次)
- ἐδιδάχθητε 動詞 不定過去式 被動語態 直說語氣 第二人稱 複數(3 次)
- διδάξῃ 動詞 不定過去式 主動語態 假設語氣 第三人稱 單數(2 次)
- ἐδίδαξεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- διδάξει 動詞 未來式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- ἐδίδασκον 動詞 未完成式 主動語態 直說語氣 第三人稱 複數(2 次)
- δίδασκε 動詞 現在式 主動語態 命令語氣 第二人稱 單數(2 次)
- διδάσκοντι 動詞 現在式 主動語態 分詞 間接受格 單數 陽性(1 次)
- ἐδιδάχθησαν 動詞 不定過去式 被動語態 直說語氣 第三人稱 複數(1 次)
- ἐδίδαξαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- δίδαξον 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 單數(1 次)
- ἐδίδαξας 動詞 不定過去式 主動語態 直說語氣 第二人稱 單數(1 次)
- διδάσκοντος 動詞 現在式 主動語態 分詞 所有格 單數 陽性(1 次)
- ἐδίδαξέν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(1 次)
- ἐδίδαξα 動詞 不定過去式 主動語態 直說語氣 第一人稱 單數(1 次)
- διδάσκω 動詞 現在式 主動語態 直說語氣 第一人稱 單數(1 次)
- ἐδιδάχθην 動詞 不定過去式 被動語態 直說語氣 第一人稱 單數(1 次)
- διδάξωσιν 動詞 不定過去式 主動語態 假設語氣 第三人稱 複數(1 次)
- διδάσκῃ 動詞 現在式 主動語態 假設語氣 第三人稱 單數(1 次)
出處(第 2 / 2 頁)
約翰福音 7:28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
那時耶穌在殿裏教訓人、大聲說、你們也知道我、也知道我從那裏來.我來並不是由於自己、但那差我來的是眞的.你們不認識他。
約翰福音 7:35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
猶太人就彼此對問說、這人要往那裏去、叫我們找不着呢.難道他要往散住希利尼中的猶太人那裏去教訓希利尼人麼。
約翰福音 8:20 ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
這些話是耶穌在殿裏的庫房、教訓人時所說的.也沒有人拿他、因爲他的時候還沒有到。
約翰福音 8:28 εἶπεν οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.
所以耶穌說、你們舉起人子以後、必知道我是基督、並且知道我沒有一件事、是憑着自己作的.我說這些話、乃是照着父所教訓我的。
約翰福音 9:34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
他們回答說、你全然生在罪孽中、還要教訓我們麼。於是把他趕出去了。
約翰福音 14:26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
但保惠師、就是父因我的名所要差來的聖靈、他要將一切的事、指教你們、並且要叫你們想起我對你們所說的一切話。
約翰福音 18:20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν·
耶穌回答說、我從來是明明的對世人說話.我常在會堂和殿裏、就是猶太人聚集的地方、教訓人.我在暗地裏、並沒有說甚麼。
使徒行傳 1:1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
提阿非羅阿、我已經作了前書、論到耶穌開頭一切所行所教訓的、
使徒行傳 4:2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν,
因他們教訓百姓、本着耶穌、傳說死人復活、就很煩惱.
使徒行傳 4:18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
於是叫了他們來、禁止他們、總不可奉耶穌的名講論教訓人。
使徒行傳 5:21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
使徒聽了這話、天將亮的時候、就進殿裏去教訓人。大祭司和他的同人來了、叫齊公會的人、和以色列族的衆長老、就差人到監裏去、要把使徒提出來。
使徒行傳 5:25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
有一個人來稟報說、你們收在監裏的人、現在站在殿裏教訓百姓。
使徒行傳 5:28 λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
我們不是嚴嚴的禁止你們、不可奉這名教訓人麼.你們倒把你們的道理充滿了耶路撒冷、想要叫這人的血歸到我們身上。
使徒行傳 5:42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστὸν Ἰησοῦν.
他們就每日在殿裏、在家裏、不住的教訓人、傳耶穌是基督。
使徒行傳 11:26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
找着了、就帶他到安提阿去。他們足有一年的工夫、和教會一同聚集、教訓了許多人.門徒稱爲基督徒、是從安提阿起首。
使徒行傳 15:1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
有幾個人、從猶太下來、教訓弟兄們說、你們若不按摩西的規條受割禮、不能得救。
使徒行傳 15:35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
但保羅和巴拿巴、仍住在安提阿、和許多別人一同教訓人、傳主的道。
使徒行傳 18:11 ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
保羅在那裏住了一年零六個月、將神的道教訓他們。
使徒行傳 18:25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
這人已經在主的道上受了教訓、心裏火熱、將耶穌的事、詳細講論教訓人.只是他單曉得約翰的洗禮。
使徒行傳 20:20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους,
你們也知道、凡與你們有益的、我沒有一樣避諱不說的.或在衆人面前、或在各人家裏、我都教導你們.
使徒行傳 21:21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
他們聽見人說、你教訓一切在外邦的猶太人、離棄摩西、對他們說、不要給孩子行割禮、也不要遵行條規。
使徒行傳 21:28 κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
喊叫說、以色列人來幫助、這就是在各處教訓衆人蹧踐我們百姓、和律法、並這地方的.他又帶着希利尼人進殿、汚穢了這聖地。
使徒行傳 28:31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
放膽傳講神國的道、將主耶穌基督的事教導人、並沒有人禁止。
羅馬書 2:21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
你旣是教導別人、還不教導自己麼.你講說人不可偷竊、自己還偷竊麼.
羅馬書 2:21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
你旣是教導別人、還不教導自己麼.你講說人不可偷竊、自己還偷竊麼.
羅馬書 12:7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ,
或作執事、就當專一執事.或作教導的、就當專一教導.
哥林多前書 4:17 διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
因此我已打發提摩太到你們那裏去.他在主裏面、是我所親愛有忠心的兒子.他必題醒你們、記念我在基督裏怎樣行事、在各處各教會中怎樣教導人。
哥林多前書 11:14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν,
你們的本性不也指示你們、男人若有長頭髮、便是他的羞辱麼。
加拉太書 1:12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
因爲我不是從人領受的、也不是人教導我的、乃是從耶穌基督啟示來的。
以弗所書 4:21 εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
如果你們聽過他的道、領了他的教、學了他的眞理、
歌羅西書 1:28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·
我們傳揚他、是用諸般的智慧、勸戒各人、教導各人.要把各人在基督裏完完全全的引到神面前.
歌羅西書 2:7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.
在他裏面生根建造、信心堅固、正如你們所領的教訓、感謝的心也更增長了。
歌羅西書 3:16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
當用各樣的智慧、把基督的道理、豐豐富富的存在心裏、(或作當把基督的道理豐豐富富的存在心裏以各樣的智慧)用詩章、頌詞、靈歌、彼此教導、互相勸戒心被恩感歌頌神。
帖撒羅尼迦後書 2:15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
所以弟兄們、你們要站立得穩、凡所領受的教訓、不拘是我們口傳的、是信上寫的、都要堅守。
提摩太前書 2:12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.
我不許女人講道、也不許他轄管男人、只要沉靜。
提摩太前書 4:11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
這些事你要吩咐人、也要教導人。
提摩太前書 6:2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
僕人有信道的主人、不可因爲與他是弟兄就輕看他.更要加意服事他.因爲得服事之益處的、是信道蒙愛的。你要以此教訓人、勸勉人。
提摩太後書 2:2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
你在許多見證人面前聽見我所教訓的、也要交託那忠心能教導別人的人。
提多書 1:11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
這些人的口總要堵住.他們因貪不義之財、將不該教導的教導人、敗壞人的全家。
希伯來書 5:12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
看你們學習的工夫、本該作師傅、誰知還得有人將神聖言小學的開端、另教導你們.並且成了那必須喫奶、不能喫乾糧的人。
希伯來書 8:11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
他們不用各人教導自己的鄉鄰、和自己的弟兄、說、你該認識主.因爲他們從最小的到至大的、都必認識我。
約翰一書 2:27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.
你們從主所受的恩膏、常存在你們心裏、並不用人教訓你們.自有主的恩膏在凡事上教訓你們.這恩膏是眞的、不是假的.你們要按這恩膏的教訓、住在主裏面。
約翰一書 2:27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.
你們從主所受的恩膏、常存在你們心裏、並不用人教訓你們.自有主的恩膏在凡事上教訓你們.這恩膏是眞的、不是假的.你們要按這恩膏的教訓、住在主裏面。
約翰一書 2:27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.
你們從主所受的恩膏、常存在你們心裏、並不用人教訓你們.自有主的恩膏在凡事上教訓你們.這恩膏是眞的、不是假的.你們要按這恩膏的教訓、住在主裏面。
啟示錄 2:14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι·
然而有幾件事我要責備你、因爲在你那裏、有人服從了巴蘭的教訓.這巴蘭曾教導巴勒將絆脚石放在以色列人面前、叫他們喫祭偶像之物、行姦淫的事。
啟示錄 2:20 ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
然而有一件事我要責備你、就是你容讓那自稱是先知的婦人耶洗別教導我的僕人、引誘他們行姦淫、喫祭偶像之物。