θαυμάζω 驚奇、驚訝、詫異

Strong G2296・動詞・新約出現 43 次・英文:I wonder, admire

中文義項

  1. 驚奇;驚訝;詫異;驚歎(反應是正面還是負面取決於上下文):(θαῦμα「驚奇,驚愕」 的衍生詞)對某個事件或物件感到驚奇或驚訝(42 次)
  2. 奉承;諂媚:(習語,直譯:欣賞那張臉)讚揚某人,通常以誇張或虛偽的方式並帶著不誠實的目的(1 次)

(a) intrans: I wonder, marvel, (b) trans: I wonder at, admire.

字形

出處

馬太福音 8:10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
耶穌聽見就希奇、對跟從的人說、我實在告訴你們、這麼大的信心、就是在以色列中、我也沒有遇見過。

馬太福音 8:27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;
衆人希奇說、這是怎樣的人、連風和海也聽從他了。

馬太福音 9:33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
鬼被趕出去、啞吧就說出話來.衆人都希奇說、在以色列中、從來沒有見過這樣的事。

馬太福音 15:31 ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
甚至衆人都希奇.因爲看見啞吧說話殘疾的痊愈、瘸子行走、瞎子看見、他們就歸榮耀給以色列的神。

馬太福音 21:20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
門徒看見了、便希奇說、無花果樹怎麼立刻枯乾了呢。

馬太福音 22:22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
他們聽見就希奇、離開他走了。

馬太福音 27:14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
耶穌仍不回答、連一句話也不說、以致巡撫甚覺希奇。

馬可福音 5:20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
那人就走了、在低加波利、傳揚耶穌爲他作了何等大的事、衆人就都希奇。

馬可福音 6:6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
他也詫異他們不信、就往周圍鄉村教訓人去了。

馬可福音 15:5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
耶穌仍不回答、以致彼拉多覺得希奇。

馬可福音 15:44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
彼拉多詫異耶穌已經死了.便叫百夫長來、問他耶穌死了久不久。

路加福音 1:21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
百姓等候撒迦利亞、詫異他許久在殿裏。

路加福音 1:63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
他要了一塊寫字的板、就寫上說、他的名字是約翰。他們便都希奇。

路加福音 2:18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς,
凡聽見的、就詫異牧羊之人對他們所說的話。

路加福音 2:33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
孩子的父母、因這論耶穌的話就希奇。

路加福音 4:22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;
衆人都稱讚他、並希奇他口中所出的恩言.又說、這不是約瑟的兒子麼。

路加福音 7:9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
耶穌聽見這話、就希奇他、轉身對跟隨的衆人說、我告訴你們、這麼大的信心、就是在以色列中我也沒有遇見過。

路加福音 8:25 εἶπεν δὲ αὐτοῖς· Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
耶穌對他們說、你們的信心在哪裏呢.他們又懼怕、又希奇、彼此說、這到底是誰、他吩咐風和水、連風和水也聽從他了。

路加福音 9:43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
衆人都詫異神的大能。(大能或作威榮)耶穌所作的一切事、衆人正希奇的時候、耶穌對門徒說、

路加福音 11:14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·
耶穌趕出一個叫人啞吧的鬼.鬼出去了、啞吧就說出話來.衆人都希奇。

路加福音 11:38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
這法利賽人看見耶穌飯前不洗手、便詫異。

路加福音 20:26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
他們當着百姓、在這話上得不着把柄.又希奇他的應對、就閉口無言了。

路加福音 24:12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.
彼得起來、跑到墳墓前、低頭往裏看、見細麻布獨在一處、就回去了、心裏希奇所成的事。

路加福音 24:41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε;
他們正喜得不敢信、並且希奇、耶穌就說、你們這裏有甚麼喫的沒有。

約翰福音 3:7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
我說、你們必須重生、你不要以爲希奇。

約翰福音 4:27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν· Τί ζητεῖς; ἢ τί λαλεῖς μετ’ αὐτῆς;
當下門徒回來、就希奇耶穌和一個婦人說話.只是沒有人說、你是要甚麼.或說、你爲甚麼和他說話。

約翰福音 5:20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
父愛子、將自己所作的一切事指給他看.還要將比這更大的事指給他看、叫你們希奇。

約翰福音 5:28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
你們不要把這事看作希奇.時候要到、凡在墳墓裏的、都要聽見他的聲音、就出來.

約翰福音 7:15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
猶太人就希奇說、這個人沒有學過、怎麼明白書呢。

約翰福音 7:21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
耶穌說、我作了一件事、你們都以爲希奇。

使徒行傳 2:7 ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες· Οὐχ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
都驚訝希奇說、看哪、這說話的不都是加利利人麼.

使徒行傳 3:12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
彼得看見、就對百姓說、以色列人哪、爲甚麼把這事當作希奇呢.爲甚麼定睛看我們、以爲我們憑自己的能力和虔誠、使這人行走呢。

使徒行傳 4:13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
他們見彼得約翰的膽量、又看出他們原是沒有學問的小民、就希奇、認明他們是跟過耶穌的。

使徒行傳 7:31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου·
摩西見了那異象、便覺希奇.正進前觀看的時候、有主的聲音說、

使徒行傳 13:41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
主說、『你們這輕慢的人要觀看、要驚奇、要滅亡.因爲在你們的時候、我行一件事、雖有人告訴你們、你們總是不信。』

加拉太書 1:6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
我希奇你們這麼快離開那藉着基督之恩召你們的、去從別的福音.

帖撒羅尼迦後書 1:10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
這正是主降臨要在他聖徒的身上得榮耀、又在一切信的人身上顯爲希奇的那日子.(我們對你們作的見證、你們也信了。)

約翰一書 3:13 μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
弟兄們、世人若恨你們、不要以爲希奇。

猶大書 1:16 οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
這些人是私下議論、常發怨言的、隨從自己的情慾而行、口中說誇大的話、爲得便宜諂媚人。

啟示錄 13:3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου,
我看見獸的七頭中、有一個似乎受了死傷.那死傷卻醫好了。全地的人、都希奇跟從那獸.

啟示錄 17:6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
我又看見那女人喝醉了聖徒的血、和爲耶穌作見證之人的血.我看見他、就大大的希奇。

啟示錄 17:7 καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα·
天使對我說、你爲甚麼希奇呢.我要將這女人和馱着他的那七頭十角獸的奧祕告訴你。

啟示錄 17:8 τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.
你所看見的獸、先前有、如今沒有.將要從無底坑裏上來、又要歸於沉淪。凡住在地上名字從創世以來沒有記在生命册上的、見先前有、如今沒有、以後再有的獸、就必希奇。