οὖν 因此、因而、結果是
Strong G3767・連接詞・新約出現 494 次・英文:therefore, then
中文義項
- 因此;因而;結果是;據此;那麼;那樣:表示結果,通常暗示一個邏輯推理過程的結論(369 次)
- 當然;的確;那麼:用於標記稍強的強調(與 μέν,γέ,和 δή 相比)(16 次)
- 但是:表示相對較弱的對比(19 次)
therefore, then.
字形
- οὖν 連接詞(494 次)
出處(第 2 / 10 頁)
馬太福音 25:28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
奪過他這一千來、給那有一萬的。
馬太福音 26:54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
若是這樣、經上所說、事情必須如此的話、怎麼應驗呢。
馬太福音 27:17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
衆人聚集的時候、彼拉多就對他們說、你們要我釋放那一個給你們.是巴拉巴呢、是稱爲基督的耶穌呢。
馬太福音 27:22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· Σταυρωθήτω.
彼拉多說、這樣、那稱爲基督的耶穌、我怎麼辦他呢.他們都說、把他釘十字架。
馬太福音 27:64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
因此、請吩咐人將墳墓把守妥當、直到第三日.恐怕他的門徒來把他偷了去、就告訴百姓說、他從死裏復活了.這樣、那後來的迷惑、比先前的更利害了。
馬太福音 28:19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
所以你們要去、使萬民作我的門徒、奉父子聖靈的名、給他們施洗.(或作給他們施洗歸於父子聖靈的名)
馬可福音 10:9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
所以神配合的、人不可分開。
馬可福音 11:31 καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· Τί εἴπωμεν; ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
他們彼此商議說、我們若說從天上來、他必說、這樣、你們爲甚麼不信他呢。
馬可福音 13:35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
所以你們要儆醒、因爲你們不知道家主甚麼時候來、或晚上、或半夜、或雞叫、或早晨。
馬可福音 15:12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων;
彼拉多又說、那麼樣你們所稱爲猶太人的王、我怎麼辦他呢。
馬可福音 16:19 Ὁ μὲν οὖν κύριος Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.
主耶穌和他們說完了話、後來被接到天上、坐在神的右邊。
路加福音 3:7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
約翰對那出來要受他洗的衆人說、毒蛇的種類、誰指示你們逃避將來的忿怒呢。
路加福音 3:8 ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
你們要結出果子來、與悔改的心相稱、不要自己心裏說、有亞伯拉罕爲我們的祖宗.我告訴你們、神能從這些石頭中、給亞伯拉罕興起子孫來。
路加福音 3:9 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
現在斧子已經放在樹根上.凡不結好果子的樹、就砍下來丟在火裏。
路加福音 3:10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· Τί οὖν ποιήσωμεν;
衆人問他說、這樣我們當作甚麼呢。
路加福音 3:18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
約翰又用許多別的話勸百姓、向他們傳福音.
路加福音 4:7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
你若在我面前下拜、這都要歸你。
路加福音 7:31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
主又說、這樣、我可用甚麼比這世代的人呢.他們好像甚麼呢。
路加福音 7:42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
因爲他們無力償還、債主就開恩免了他們兩個人的債。這兩個人那一個更愛他呢。
路加福音 8:18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
所以你們應當小心怎樣聽.因爲凡有的、還要加給他.凡沒有的、連他自以爲有的、也要奪去。
路加福音 10:2 ἔλεγεν δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
就對他們說、要收的莊稼多、作工的人少.所以你們當求莊稼的主、打發工人出去收他的莊稼。
路加福音 10:40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
馬大伺候的事多、心裏忙亂、就進前來說、主阿、我的妹子留下我一個人伺候、你不在意麼.請吩咐他來幫助我。
路加福音 11:13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
你們雖然不好、尚且知道拿好東西給兒女。何况天父、豈不更將聖靈給求他的人麼。
路加福音 11:35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
所以你要省察、恐怕你裏頭的光、或者黑暗了。
路加福音 11:36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
若是你全身光明、毫無黑暗、就必全然光明、如同燈的明光照亮你。
路加福音 12:26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
這最小的事、你們尚且不能作、爲甚麼還憂慮其餘的事呢。
路加福音 13:14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
管會堂的、因爲耶穌在安息日治病、就氣忿忿的對衆人說、有六日應當作工.那六日之內、可以來求醫、在安息日卻不可。
路加福音 13:18 Ἔλεγεν οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
耶穌說、神的國、好像甚麼.我拿甚麼來比較呢.
路加福音 14:33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
這樣、你們無論甚麼人、若不撇下一切所有的、就不能作我的門徒。
路加福音 14:34 Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
鹽本是好的.鹽若失了味、可用甚麼叫他再鹹呢。
路加福音 16:11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
倘若你們在不義的錢財上不忠心、誰還把那眞實的錢財託付你們呢。
路加福音 16:27 εἶπεν δέ· Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
財主說、我祖阿、旣是這樣、求你打發拉撒路到我父家去.
路加福音 19:12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
有一個貴胄往遠方去、要得國回來。
路加福音 20:15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
於是把他推出葡萄園外殺了。這樣、葡萄園的主人、要怎樣處治他們呢。
路加福音 20:17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
耶穌看着他們說、經上記着、『匠人所棄的石頭、已作了房角的頭塊石頭。』這是甚麼意思呢。
路加福音 20:29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
有弟兄七人.第一個娶了妻、沒有孩子死了.
路加福音 20:33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
這樣、當復活的時候、他是那一個的妻子呢.因爲他們七個人都娶過他。
路加福音 20:44 Δαυὶδ οὖν αὐτὸν κύριον καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
大衞旣稱他爲主、他怎麼又是大衞的子孫呢。
路加福音 21:7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
他們問他說、夫子、甚麼時候有這事呢.這事將到的時候、有甚麼豫兆呢。
路加福音 21:14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
所以你們當立定心意、不要豫先思想怎樣分訴.
路加福音 22:70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
他們都說、這樣、你是神的兒子麼。耶穌說、你們所說的是。
路加福音 23:16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
故此我要責打他、把他釋放了。(有古卷在此有)
路加福音 23:22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
彼拉多第三次對他們說、爲甚麼呢、這人作了甚麼惡事呢、我並沒有查出他甚麼該死的罪來.所以我要責打他、把他釋放了。
約翰福音 1:21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ.
他們又問他說、這樣你是誰呢、是以利亞麼.他說、我不是.是那先知麼、他回答說、不是。
約翰福音 1:22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
於是他們說、你到底是誰、叫我們好回覆差我們來的人.你自己說、你是誰。
約翰福音 1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;
他們就問他說、你旣不是基督、不是以利亞、也不是那先知、爲甚麼施洗呢。
約翰福音 1:39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
耶穌說、你們來看。他們就去看他在那裏住、這一天便與他同住、那時約有申正了。
約翰福音 2:18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
因此猶太人問他說、你旣作這些事、還顯甚麼神蹟給我們看呢。
約翰福音 2:20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
猶太人便說、這殿是四十六年纔造成的、你三日內就再建立起來麼。
約翰福音 2:22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
所以到他從死裏復活以後、門徒就想起他說過這話、便信了聖經和耶穌所說的。