παραλαμβάνω 帶同、帶上、從某人學習
Strong G3880・動詞・新約出現 49 次・英文:I take, receive
中文義項
- 帶同;帶上:帶同某人一起(29 次)
- 拉到一邊;拉到旁邊:帶到自己身旁(3 次)
- 從某人學習;學習認識傳統;從傳統中學習:從某人那裏獲取信息,暗指那是由傳統傳遞的信息(9 次)
- 歡迎;接納;接待;款待:友好地接納一個人到場(5 次)
- 接受任命;接受任務;被指派一項服事;領受職分:接受某一特定事工的任命(1 次)
- 從……領受教導;受教於……:領受傳統教導(4 次)
I take from, receive from, or: I take to, receive (apparently not used of money), admit, acknowledge; I take with me.
字形
- παραλαβὼν 動詞 不定過去式 主動語態 分詞 主格 單數 陽性(9 次)
- παραλαμβάνει 動詞 現在式 主動語態 直說語氣 第三人稱 單數(8 次)
- παρελάβετε 動詞 不定過去式 主動語態 直說語氣 第二人稱 複數(5 次)
- παράλαβε 動詞 不定過去式 主動語態 命令語氣 第二人稱 單數(3 次)
- παρέλαβον 動詞 不定過去式 主動語態 直說語氣 第一人稱 單數(3 次)
- παρέλαβεν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- παρέλαβε 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 單數(2 次)
- παραλαμβάνεται 動詞 現在式 被動語態 直說語氣 第三人稱 單數(2 次)
- παραλαβόντες 動詞 不定過去式 主動語態 分詞 主格 複數 陽性(2 次)
- παρέλαβον 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(2 次)
- παραλημφθήσεται 動詞 未來式 被動語態 直說語氣 第三人稱 單數(2 次)
- παραλαβεῖν 動詞 不定過去式 主動語態 不定詞(1 次)
- παραλαμβάνουσιν 動詞 現在式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- Παραλαβὼν 動詞 不定過去式 主動語態 分詞 主格 單數 陽性(1 次)
- παραλήμψομαι 動詞 未來式 關身語態 直說語氣 第一人稱 單數(1 次)
- Παρέλαβον 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- παραλαβόντα 動詞 不定過去式 主動語態 分詞 直接受格 單數 陽性(1 次)
- παρέλαβες 動詞 不定過去式 主動語態 直說語氣 第二人稱 單數(1 次)
- παρελάβοσαν 動詞 不定過去式 主動語態 直說語氣 第三人稱 複數(1 次)
- παραλαμβάνοντες 動詞 現在式 主動語態 分詞 主格 複數 陽性(1 次)
出處
馬太福音 1:20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·
正思念這事的時候、有主的使者向他夢中顯現、說、大衞的子孫約瑟、不要怕、只管娶過你的妻子馬利亞來.因他所懷的孕、是從聖靈來的。
馬太福音 1:24 ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
約瑟醒了、起來、就遵着主使者的吩咐、把妻子娶過來.
馬太福音 2:13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
他們去後、有主的使者向約瑟夢中顯現、說、起來、帶着小孩子同他母親、逃往埃及、住在那裏、等我吩咐你.因爲希律必尋找小孩子要除滅他。
馬太福音 2:14 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
約瑟就起來、夜間帶着小孩子和他母親往埃及去.
馬太福音 2:20 λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
起來、帶着小孩子和他母親往以色列地去.因爲要害小孩子性命的人已經死了。
馬太福音 2:21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
約瑟就起來、把小孩子和他母親帶到以色列地去。
馬太福音 4:5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
魔鬼就帶他進了聖城、叫他站在殿頂上、(頂原文作翅)
馬太福音 4:8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
魔鬼又帶他上了一座最高的山、將世上的萬國、與萬國的榮華、都指給他看、
馬太福音 12:45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
便去另帶了七個比自己更惡的鬼來、都進去住在那裏.那人末後的景况、比先前更不好了。這邪惡的世代、也要如此。
馬太福音 17:1 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν.
過了六天、耶穌帶着彼得、雅各、和雅各的兄弟約翰、暗暗的上了高山.
馬太福音 18:16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·
他若不聽、你就另外帶一兩個人同去、要憑兩三個人的口作見證、句句都可定準。
馬太福音 20:17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ’ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
耶穌上耶路撒冷去的時候、在路上把十二個門徒帶到一邊、對他們說、
馬太福音 24:40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
那時、兩個人在田裏、取去一個、撇下一個。
馬太福音 24:41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
兩個女人推磨.取去一個、撇下一個。
馬太福音 26:37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
於是帶着彼得、和西庇太的兩個兒子同去、就憂愁起來、極其難過.
馬太福音 27:27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
巡撫的兵就把耶穌帶進衙門、叫全營的兵都聚集在他那裏。
馬可福音 4:36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ’ αὐτοῦ.
門徒離開衆人、耶穌仍在船上、他們就把他一同帶去.也有別的船和他同行。
馬可福音 5:40 καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον·
他們就嗤笑耶穌.耶穌把他們都攆出去、就帶着孩子的父母、和跟隨的人進了孩子所在的地方.
馬可福音 7:4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν—
從市上來、若不洗浴、也不喫飯、還有好些別的規矩、他們歷代拘守、就是洗杯、罐、銅器、等物。)
馬可福音 9:2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
過了六天、耶穌帶着彼得、雅各、約翰、暗暗的上了高山、就在他們面前變了形像.
馬可福音 10:32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
他們行路上耶路撒冷去.耶穌在前頭走、門徒就希奇、跟從的人也害怕.耶穌又叫過十二個門徒來、把自己將要遭遇的事、告訴他們說、
馬可福音 14:33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,
於是帶着彼得、雅各、約翰同去、就驚恐起來、極其難過。
路加福音 9:10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
使徒回來、將所作的事告訴耶穌.耶穌就帶他們暗暗的離開那裏、往一座城去、那城名叫伯賽大。
路加福音 9:28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
說了這話以後、約有八天、耶穌帶着彼得、約翰、雅各、上山去禱告。
路加福音 11:26 τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
便去另帶了七個比自己更惡的鬼來、都進去住在那裏.那人末後的景况、比先前更不好了。
路加福音 17:34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
我對你們說、當那一夜、兩個人在一個牀上.要取去一個、撇下一個。
路加福音 17:35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται.
兩個女人一同推磨.要取去一個、撇下一個。(有古卷在此有)
路加福音 18:31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
耶穌帶着十二個門徒、對他們說、看哪、我們上耶路撒冷去.先知所寫的一切事、都要成就在人子身上.
約翰福音 1:11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
他到自己的地方來、自己的人倒不接待他。
約翰福音 14:3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
我若去爲你們豫備了地方、就必再來接你們到我那裏去.我在那裏、叫你們也在那裏。
約翰福音 19:16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰησοῦν·
於是彼拉多將耶穌交給他們去釘十字架。
使徒行傳 15:39 ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
於是二人起了爭論、甚至彼此分開.巴拿巴帶着馬可、坐船往居比路去.
使徒行傳 16:33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
當夜、就在那時候、禁卒把他們帶去、洗他們的傷.他和屬乎他的人、立時都受了洗。
使徒行傳 21:24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
你帶他們去、與他們一同行潔淨的禮、替他們拿出規費、叫他們得以剃頭.這樣、衆人就可知道、先前所聽見你的事都是虛的.並可知道、你自己爲人、循規蹈矩、遵行律法。
使徒行傳 21:26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
於是保羅帶着那四個人、第二天與他們一同行了潔淨的禮、進了殿、報明潔淨的日期滿足.只等祭司爲他們各人獻祭。
使徒行傳 21:32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
千夫長立時帶着兵丁、和幾個百夫長、跑下去到他們那裏.他們見了千夫長和兵丁、就止住不打保羅。
使徒行傳 23:18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
於是把他領去見千夫長說、被囚的保羅請我到他那裏、求我領這少年人來見你.他有事告訴你。
哥林多前書 11:23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον
我當日傳給你們的、原是從主領受的、就是主耶穌被賣的那一夜、拿起餅來、
哥林多前書 15:1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
弟兄們、我如今把先前所傳給你們的福音、告訴你們知道、這福音你們也領受了、又靠着站立得住.
哥林多前書 15:3 Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
我當日所領受又傳給你們的、第一、就是基督照聖經所說、爲我們的罪死了.
加拉太書 1:9 ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
我們已經說了、現在又說、若有人傳福音給你們、與你們所領受的不同、他就應當被咒詛。
加拉太書 1:12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
因爲我不是從人領受的、也不是人教導我的、乃是從耶穌基督啟示來的。
腓立比書 4:9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.
你們在我身上所學習的、所領受的、所聽見的、所看見的、這些事你們都要去行.賜平安的神、就必與你們同在。
歌羅西書 2:6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,
你們旣然接受了主基督耶穌、就當遵他而行.
歌羅西書 4:17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
要對亞基布說、務要謹愼、盡你從主所受的職分。
帖撒羅尼迦前書 2:13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
爲此、我們也不住的感謝神、因你們聽見我們所傳神的道、就領受了、不以爲是人的道、乃以爲是神的道.這道實在是神的、並且運行在你們信主的人心中。
帖撒羅尼迦前書 4:1 Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον.
弟兄們、我還有話說.我們靠着主耶穌求你們、勸你們、你們旣然受了我們的教訓、知道該怎樣行、可以討神的喜悅、就要照你們現在所行的、更加勉勵。
帖撒羅尼迦後書 3:6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ’ ἡμῶν.
弟兄們、我們奉主耶穌基督的名吩咐你們、凡有弟兄不按規矩而行、不遵守從我們所受的教訓、就當遠離他。
希伯來書 12:28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους,
所以我們旣得了不能震動的國、就當感恩、照神所喜悅的、用虔誠敬畏的心事奉神。