τέλος 結局、末日、終結

Strong G5056・名詞・新約出現 40 次・英文:an end, purpose, tax

中文義項

  1. 結局;末日;終結;終局:標記一段持續時間結束的一個時間點(24 次)
  2. 結果;結局:某事件或過程的結果,重點是在最後的狀態(8 次)
  3. 目的;意圖;目標:某個事件或狀態的目的,從其結果來看(3 次)
  4. 完全;全然;徹底;完整地;整個:完整的程度,可能暗示目的或結果(4 次)
  5. 稅;稅金;關稅;人頭稅;丁稅:應當交給政府當局的款項(3 次)
  6. 最後;總括來說;總而言之:(習語,直譯:終結)標記前面內容已經結束,但不一定是文本的結束(2 次)

(a) an end, (b) event or issue, (c) the principal end, aim, purpose, (d) a tax.

字形

出處

馬太福音 10:22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
並且你們要爲我的名、被衆人恨惡、惟有忍耐到底的、必然得救。

馬太福音 17:25 λέγει· Ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
彼得說、納。他進了屋子、耶穌先向他說、西門、你的意思如何.世上的君王、向誰徵收關稅丁稅.是向自己的兒子呢、是向外人呢。

馬太福音 24:6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
你們也要聽見打仗和打仗的風聲、總不要驚慌.因爲這些事是必須有的.只是末期還沒有到。

馬太福音 24:13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
惟有忍耐到底的、必然得救。

馬太福音 24:14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
這天國的福音、要傳徧天下、對萬民作見證、然後末期纔來到。

馬太福音 26:58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
彼得遠遠的跟着耶穌、直到大祭司的院子、進到裏面、就和差役同坐、要看這事到底怎樣。

馬可福音 3:26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει.
若撒但自相攻打分爭、他就站立不住、必要滅亡。

馬可福音 13:7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
你們聽見打仗、和打仗的風聲、不要驚慌.這些事是必須有的、只是末期還沒有到.

馬可福音 13:13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
並且你們要爲我的名、被衆人恨惡、惟有忍耐到底的、必然得救。

路加福音 1:33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
他要作雅各家的王、直到永遠.他的國也沒有窮盡。

路加福音 18:5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
只因這寡婦煩擾我、我就給他伸寃罷.免得他常來纏磨我。

路加福音 21:9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
你們聽見打仗和擾亂的事、不要驚惶.因爲這些事必須先有.只是末期不能立時就到。

路加福音 22:37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
我告訴你們、經上寫着說、『他被列在罪犯之中。』這話必應驗在我身上、因爲那關係我的事、必然成就。

約翰福音 13:1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
逾越節以前、耶穌知道自己離世歸父的時候到了.他旣然愛世間屬自己的人、就愛他們到底。

羅馬書 6:21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος·
你們現今所看爲羞恥的事、當日有甚麼果子呢.那些事的結局就是死。

羅馬書 6:22 νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
但現今你們旣從罪裏得了釋放、作了神的奴僕、就有成聖的果子、那結局就是永生。

羅馬書 10:4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
律法的總結就是基督、使凡信他的都得着義。

羅馬書 13:7 ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
凡人所當得的、就給他.當得糧的、給他納糧.當得稅的、給他上稅.當懼怕的、懼怕他.當恭敬的、恭敬他。

羅馬書 13:7 ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
凡人所當得的、就給他.當得糧的、給他納糧.當得稅的、給他上稅.當懼怕的、懼怕他.當恭敬的、恭敬他。

哥林多前書 1:8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
他也必堅固你們到底、叫你們在我們主耶穌基督的日子、無可責備。

哥林多前書 10:11 ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
他們遭遇這些事、都要作爲鑑戒.並且寫在經上、正是警戒我們這末世的人。

哥林多前書 15:24 εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,
再後末期到了、那時、基督旣將一切執政的、掌權的、有能的、都毀滅了、就把國交與父神。

哥林多後書 1:13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
我們現在寫給你們的話、並不外乎你們所念的、所認識的、我也盼望你們到底還是要認識.

哥林多後書 3:13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
不像摩西將帕子蒙在臉上、叫以色列人不能定睛看到那將廢者的結局.

哥林多後書 11:15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
所以他的差役、若裝作仁義的差役、也不算希奇.他們的結局、必然照着他們的行爲。

腓立比書 3:19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
他們的結局就是沉淪、他們的神就是自己的肚腹、他們以自己的羞辱爲榮耀、專以地上的事爲念。

帖撒羅尼迦前書 2:16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
不許我們傳道給外邦人使外邦人得救、常常充滿自己的罪惡.神的忿怒臨在他們身上已經到了極處。

提摩太前書 1:5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
但命令的總歸就是愛.這愛是從清潔的心、和無虧的良心、無僞的信心、生出來的。

希伯來書 3:14 μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
我們若將起初確實的信心、堅持到底、就在基督裏有分了。

希伯來書 6:8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
若長荊棘和蒺藜、必被廢棄、近於咒詛、結局就是焚燒。

希伯來書 6:11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
我們願你們各人都顯出這樣的殷勤、使你們有滿足的指望、一直到底。

希伯來書 7:3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
他無父、無母、無族譜、無生之始、無命之終、乃是與神的兒子相似。

雅各書 5:11 ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.
那先前忍耐的人、我們稱他們是有福的.你們聽見過約伯的忍耐、也知道主給他的結局、明顯主是滿心憐憫、大有慈悲。

彼得前書 1:9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
並且得着你們信心的果效、就是靈魂的救恩。

彼得前書 3:8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες,
總而言之、你們都要同心、彼此體恤、相愛如弟兄、存慈憐謙卑的心.

彼得前書 4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
萬物的結局近了.所以你們要謹愼自守、儆醒禱告。

彼得前書 4:17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
因爲時候到了、審判要從神的家起首.若是先從我們起首、那不信從神福音的人、將有何等的結局呢。

啟示錄 2:26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
那得勝又遵守我命令到底的、我要賜給他權柄制伏列國.

啟示錄 21:6 καὶ εἶπέν μοι· Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
他又對我說、都成了。我是阿拉法、我是俄梅戛、我是初、我是終。我要將生命泉的水白白賜給那口渴的人喝。

啟示錄 22:13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
我是阿拉法、我是俄梅戛、我是首先的、我是末後的、我是初、我是終。