ὥστε 因此、於是、結果是
Strong G5620・連接詞・新約出現 83 次・英文:so that, therefore
中文義項
- 因此;於是;結果是;從而:表示結果,通常用在暗示一種預期或間接目的的上下文中(79 次)
- 那麼;為了;從而:表示目的,暗示之前發生的事是一種方法(4 次)
so that, therefore, so then, so as to.
字形
- ὥστε 連接詞(77 次)
- Ὥστε 連接詞(6 次)
出處(第 2 / 2 頁)
哥林多前書 5:1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
風聞在你們中間有淫亂的事.這樣的淫亂、連外邦人中也沒有、就是有人收了他的繼母。
哥林多前書 5:8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
所以我們守這節不可用舊酵、也不可用惡毒(或作陰毒)邪惡的酵、只用誠實眞正的無酵餅。
哥林多前書 7:38 ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
這樣看來、叫自己的女兒出嫁是好.不叫他出嫁更是好。
哥林多前書 10:12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,
所以自己以爲站得穩的、須要謹愼、免得跌倒。
哥林多前書 11:27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
所以無論何人、不按理喫主的餅、喝主的杯、就是干犯主的身主的血了。
哥林多前書 11:33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε.
所以我弟兄們、你們聚會喫的時候、要彼此等待。
哥林多前書 13:2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
我若有先知講道之能、也明白各樣的奧祕、各樣的知識.而且有全備的信、叫我能彀移山、卻沒有愛、我就算不得甚麼。
哥林多前書 14:22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
這樣看來、說方言、不是爲信的人作證據、乃是爲不信的人.作先知講道、不是爲不信的人作證據、乃是爲信的人。
哥林多前書 14:39 ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·
所以我弟兄們、你們要切慕作先知講道、也不要禁止說方言。
哥林多前書 15:58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
所以我親愛的弟兄們、你們務要堅固不可搖動、常常竭力多作主工、因爲知道你們的勞苦、在主裏面不是徒然的。
哥林多後書 1:8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
弟兄們、我們不要你們不曉得、我們從前在亞西亞遭遇苦難、被壓太重、力不能勝、甚至連活命的指望都絕了.
哥林多後書 2:7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
倒不如赦免他、安慰他、免得他憂愁太過、甚至沉淪了。
哥林多後書 3:7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
那用字刻在石頭上屬死的職事、尚且有榮光、甚至以色列人因摩西面上的榮光、不能定睛看他的臉.這榮光原是漸漸退去的.
哥林多後書 4:12 ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
這樣看來、死是在我們身上發動、生卻在你們身上發動。
哥林多後書 5:16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
所以我們從今以後、不憑着外貌(原文作肉體本節同)認人了.雖然憑着外貌認過基督、如今卻不再這樣認他了。
哥林多後書 5:17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά·
若有人在基督裏、他就是新造的人.舊事已過、都變成新的了。
哥林多後書 7:7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
不但藉着他來、也藉着他從你們所得的安慰、安慰了我們.因他把你們的想念、哀慟、和向我的熱心、都告訴了我、叫我更加歡喜。
加拉太書 2:13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
其餘的猶太人、也都隨着他裝假.甚至連巴拿巴也隨夥裝假。
加拉太書 3:9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
可見那以信爲本的人、和有信心的亞伯拉罕一同得福。
加拉太書 3:24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
這樣、律法是我們訓蒙的師傅、引我們到基督那裏、使我們因信稱義。
加拉太書 4:7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ.
可見、從此以後、你不是奴僕、乃是兒子了.旣是兒子、就靠着神爲後嗣。
加拉太書 4:16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
如今我將眞理告訴你們、就成了你們的仇敵麼。
腓立比書 1:13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
以致我受的捆鎖、在御營全軍、和其餘的人中、已經顯明是爲基督的緣故。
腓立比書 2:12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
這樣看來、我親愛的弟兄、你們旣是常順服的、不但我在你們那裏、就是我如今不在你們那裏、更是順服的、就當恐懼戰兢、作成你們得救的工夫.
腓立比書 4:1 ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.
我所親愛所想念的弟兄們、你們就是我的喜樂、我的冠冕.我親愛的弟兄、你們應當靠主站立得穩。
帖撒羅尼迦前書 1:7 ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
甚至你們作了馬其頓和亞該亞、所有信主之人的榜樣。
帖撒羅尼迦前書 1:8 ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι·
因爲主的道從你們那裏已經傳揚出來、你們向神的信心不但在馬其頓和亞該亞、就是在各處、也都傳開了.所以不用我們說甚麼話。
帖撒羅尼迦前書 4:18 ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
所以你們當用這些話彼此勸慰。
帖撒羅尼迦後書 1:4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
甚至我們在神的各教會裏爲你們誇口、都因你們在所受的一切逼迫患難中、仍舊存忍耐和信心.
帖撒羅尼迦後書 2:4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός.
他是抵擋主、高抬自己、超過一切稱爲神的、和一切受人敬拜的.甚至坐在神的殿裏、自稱是神。
希伯來書 13:6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
所以我們可以放膽說、『主是幫助我的、我必不懼怕.人能把我怎麼樣呢。』
彼得前書 1:21 τοὺς δι’ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
你們也因着他、信那叫他從死裏復活、又給他榮耀的神、叫你們的信心、和盼望、都在於神。
彼得前書 4:19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
所以那照神旨意受苦的人、要一心爲善、將自己靈魂交與那信實的造化之主。