δικαιοσύνη 義、公義、做上帝要求的事
Strong G1343・名詞・新約出現 91 次・英文:justice, justness, righteousness
中文義項
- 義;公義;做上帝要求的事;做正確的事:做上帝要求的事情(61 次)
- 恢復正常關係;使保持正確的關係:使某人與另一個人保持適當或正確的關係(31 次)
- 宗教儀式;宗教要求;虔誠;善行:某人的宗教所要求遵行的儀式或做法(1 次)
- 善行;救濟;施捨給窮人:接濟那些需要幫助的人,作為一種慈善行為(1 次)
(usually if not always in a Jewish atmosphere), justice, justness, righteousness, righteousness of which God is the source or author, but practically: a divine righteousness.
字形
- δικαιοσύνην 名詞 直接受格 單數 陰性(36 次)
- δικαιοσύνης 名詞 所有格 單數 陰性(29 次)
- δικαιοσύνῃ 名詞 間接受格 單數 陰性(14 次)
- δικαιοσύνη 名詞 主格 單數 陰性(12 次)
出處(第 2 / 2 頁)
哥林多後書 6:7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν,
眞實的道理、神的大能.仁義的兵器在左在右.
哥林多後書 6:14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;
你們和不信的原不相配、不要同負一軛.義和不義有甚麼相交呢.光明和黑暗有甚麼相通呢.
哥林多後書 9:9 (καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα·
如經上所記、『他施捨錢財、賙濟貧窮.他的仁義存到永遠。』
哥林多後書 9:10 ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·)
那賜種給撒種的、賜糧給人喫的、必多多加給你們種地的種子、又增添你們仁義的果子.
哥林多後書 11:15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
所以他的差役、若裝作仁義的差役、也不算希奇.他們的結局、必然照着他們的行爲。
加拉太書 2:21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
我不廢掉神的恩.義若是藉着律法得的、基督就是徒然死了。
加拉太書 3:6 καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
正如『亞伯拉罕信神這就算爲他的義。』
加拉太書 3:21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη.
這樣、律法是與神的應許反對麼.斷乎不是.若曾傳一個能叫人得生的律法、義就誠然本乎律法了。
加拉太書 5:5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
我們靠着聖靈、憑着信心、等候所盼望的義。
以弗所書 4:24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
並且穿上新人.這新人是照着神的形像造的、有眞理的仁義、和聖潔。
以弗所書 5:9 ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
光明所結的果子、就是一切良善、公義、誠實.
以弗所書 6:14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
所以要站穩了、用眞理當作帶子束腰、用公義當作護心鏡遮胸.
腓立比書 1:11 πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
並靠着耶穌基督結滿了仁義的果子、叫榮耀稱讚歸與神。
腓立比書 3:6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
就熱心說、我是逼迫教會的.就律法上的義說、我是無可指摘的。
腓立比書 3:9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
並且得以在他裏面、不是有自己因律法而得的義、乃是有信基督的義、就是因信神而來的義.
腓立比書 3:9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
並且得以在他裏面、不是有自己因律法而得的義、乃是有信基督的義、就是因信神而來的義.
提摩太前書 6:11 Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
但你這屬神的人、要逃避這些事、追求公義、敬虔、信心、愛心、忍耐、溫柔。
提摩太後書 2:22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.
你要逃避少年的私慾、同那清心禱告主的人追求公義、信德、仁愛、和平。
提摩太後書 3:16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
聖經都是神所默示的、(或作凡神所默示的聖經)於教訓、督責、使人歸正、教導人學義、都是有益的.
提摩太後書 4:8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
從此以後、有公義的冠冕爲我存留、就是按着公義審判的主到了那日要賜給我的.不但賜給我、也賜給凡愛慕他顯現的人。
提多書 3:5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
他便救了我們、並不是因我們自己所行的義、乃是照他的憐憫、藉着重生的洗、和聖靈的更新。
希伯來書 1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
你喜愛公義、恨惡罪惡.所以神、就是你的神、用喜樂油膏你、勝過膏你的同伴。』
希伯來書 5:13 πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·
凡只能喫奶的、都不熟練仁義的道理.因爲他是嬰孩。
希伯來書 7:2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
亞伯拉罕也將自己所得來的、取十分之一給他.他頭一個名繙出來、就是仁義王、他又名撒冷王、就是平安王的意思.
希伯來書 11:7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
挪亞因着信、旣蒙神指示他未見的事、動了敬畏的心、豫備了一隻方舟、使他全家得救.因此就定了那世代的罪、自己也承受了那從信而來的義。
希伯來書 11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
他們因着信、制伏了敵國、行了公義、得了應許、堵了獅子的口。
希伯來書 12:11 πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
凡管教的事、當時不覺得快樂、反覺得愁苦.後來卻爲那經練過的人、結出平安的果子、就是義.
雅各書 1:20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
因爲人的怒氣、並不成就神的義。
雅各書 2:23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.
這就應驗經上所說、『亞伯拉罕信神、這就算爲他的義。』他又得稱爲神的朋友。
雅各書 3:18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
並且使人和平的、是用和平所栽種的義果。
彼得前書 2:24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
他被掛在木頭上親身擔當了我們的罪、使我們旣然在罪上死、就得以在義上活.因他受的鞭傷、你們便得了醫治。
彼得前書 3:14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
你們就是爲義受苦、也是有福的.不要怕人的威嚇、也不要驚慌.(的威嚇或作所怕的)
彼得後書 1:1 Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
作耶穌基督僕人和使徒的西門彼得、寫信給那因我們的神、和(有古卷無和字)救主耶穌基督之義、與我們同得一樣寶貴信心的人.
彼得後書 2:5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
神也沒有寬容上古的世代、曾叫洪水臨到那不敬虔的世代、卻保護了傳義道的挪亞一家八口.
彼得後書 2:21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς·
他們曉得義路、竟背棄了傳給他們的聖命、倒不如不曉得爲妙。
彼得後書 3:13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
但我們照他的應許、盼望新天新地、有義居在其中。
約翰一書 2:29 ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
你們若知道他是公義的、就知道凡行公義之人都是他所生的。
約翰一書 3:7 τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
小子們哪、不要被人誘惑、行義的纔是義人.正如主是義的一樣。
約翰一書 3:10 ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
從此就顯出誰是神的兒女、誰是魔鬼的兒女.凡不行義的、就不屬神.不愛弟兄的也是如此。
啟示錄 19:11 Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καλούμενος καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
我觀看、見天開了.有一匹白馬.騎在馬上的、稱爲誠信眞實.他審判爭戰都按着公義。
啟示錄 22:11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
不義的、叫他仍舊不義.汚穢的、叫他仍舊汚穢.爲義的、叫他仍舊爲義.聖潔的、叫他仍舊聖潔。