πᾶς 所有、每個、各樣

Strong G3956・形容詞・新約出現 1244 次・英文:all, the whole, every kind of

中文義項

  1. 所有;每個;各樣;全部:任何物品、物質、集合或延伸的總體(1075 次)
  2. 任何;任何人;任何事:總體中的任何一個(58 次)
  3. 完全;一切;徹底;絕對;全部:全部或完整的程度(30 次)
  4. 整個;全體;全部;一切;總數:(加定冠詞)完整的或全體的,重點在於整體性(50 次)
  5. 各種各類的;各樣的:各種各類的總和(32 次)
  6. 定期;時常;常常:(習語,直譯:穿過所有)一些有關聯的時間點,按照一定的間隔發生(4 次)
  7. 總是;一直;連續地:(習語,直譯:穿過所有)一段持續的時間,或是連續的或是斷續的,沒有限期(8 次)

all, the whole, every kind of.

字形

出處(第 2 / 25 頁)

馬太福音 12:31 διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
所以我告訴你們、人一切的罪、和褻瀆的話、都可得赦免.惟獨褻瀆聖靈、總不得赦免。

馬太福音 12:36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
我又告訴你們、凡人所說的閒話、當審判的日子、必要句句供出來。

馬太福音 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
有許多人到他那裏聚集、他只得上船坐下.衆人都站在岸上。

馬太福音 13:19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
凡聽見天國道理不明白的、那惡者就來、把所撒在他心裏的、奪了去.這就是撒在路旁的了。

馬太福音 13:32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
這原是百種裏最小的.等到長起來、卻比各樣的菜都大、且成了樹、天上的飛鳥來宿在他的枝上。

馬太福音 13:34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
這都是耶穌用比喻對衆人說的話.若不用比喻、就不對他們說甚麼.

馬太福音 13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
人子要差遣使者、把一切叫人跌倒的、和作惡的、從他國裏挑出來、

馬太福音 13:44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
天國好像寶貝藏在地裏.人遇見了、就把他藏起來.歡歡喜喜的去變賣一切所有的、買這塊地。

馬太福音 13:46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
遇見一顆重價的珠子、就去變賣他一切所有的、買了這顆珠子。

馬太福音 13:47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
天國又好像網撒在海裏、聚攏各樣水族。

馬太福音 13:51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· Ναί.
耶穌說、這一切的話你們都明白了麼.他們說、我們明白了、

馬太福音 13:52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
他說。凡文士受教作天國的門徒、就像一個家主、從他庫裏拿出新舊的東西來。

馬太福音 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
他妹妹們不是都在我們這裏麼.這人從那裏有這一切的事呢。

馬太福音 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
他妹妹們不是都在我們這裏麼.這人從那裏有這一切的事呢。

馬太福音 14:20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
他們都喫、並且喫飽了.把剩下的零碎收拾起來、裝滿了十二個籃子。

馬太福音 14:35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
那裏的人、一認出是耶穌、就打發人到周圍地方去、把所有的病人、帶到他那裏.

馬太福音 15:13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
耶穌回答說、凡栽種的物、若不是我天父栽種的、必要拔出來。

馬太福音 15:17 οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
豈不知凡入口的、是運到肚子裏、又落在茅廁裏麼。

馬太福音 15:37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις.
衆人都喫、並且喫飽了、收拾剩下的零碎、裝滿了七個筐子。

馬太福音 17:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
耶穌回答說、以利亞固然先來、並要復興萬事.

馬太福音 18:10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
你們要小心、不可輕看這小子裏的一個.我告訴你們、他們的使者在天上、常見我天父的面。(有古卷在此有)

馬太福音 18:16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·
他若不聽、你就另外帶一兩個人同去、要憑兩三個人的口作見證、句句都可定準。

馬太福音 18:19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
我又告訴你們、若是你們中間有兩個人在地上、同心合意的求甚麼事、我在天上的父、必爲他們成全。

馬太福音 18:25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι.
因爲他沒有甚麼償還之物、主人吩咐把他和他妻子兒女、並一切所有的都賣了償還。

馬太福音 18:26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· Μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.
那僕人就俯伏拜他說、主阿、寬容我將來我都要還清。

馬太福音 18:31 ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
衆同伴看見他所作的事、就甚憂愁、去把這事都告訴了主人。

馬太福音 18:32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·
於是主人叫了他來、對他說、你這惡奴才、你央求我、我就把你所欠的都免了.

馬太福音 18:34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.
主人就大怒、把他交給掌刑的、等他還清了所欠的債。

馬太福音 19:3 Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
有法利賽人來試探耶穌說、人無論甚麼緣故、都可以休妻麼。

馬太福音 19:11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται.
耶穌說、這話不是人都能領受的.惟獨賜給誰、誰纔能領受。

馬太福音 19:20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;
那少年人說、這一切我都遵守了.還缺少甚麼呢。

馬太福音 19:26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
耶穌看着他們說、在人這是不能的.在神凡事都能。

馬太福音 19:27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
彼得就對他說、看哪、我們已經撇下所有的跟從你、將來我們要得甚麼呢。

馬太福音 19:29 καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
凡爲我的名撇下房屋、或是弟兄、姐妹、父親、母親、(有古卷添妻子)兒女、田地的、必要得着百倍、並且承受永生。

馬太福音 21:10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;
耶穌旣進了耶路撒冷、合城都驚動了、說、這是誰。

馬太福音 21:12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
耶穌進了神的殿、趕出殿裏一切作買賣的人、推倒兌換銀錢之人的桌子、和賣鴿子之人的凳子.

馬太福音 21:22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
你們禱告、無論求甚麼、只要信、就必得着。

馬太福音 21:26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
若說從人間來、我們又怕百姓.因爲他們都以約翰爲先知。

馬太福音 22:4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
王又打發別的僕人說、你們告訴那被召的人、我的筵席已經豫備好了、牛和肥畜已經宰了、各樣都齊備.請你們來赴席。

馬太福音 22:10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
那些僕人就出去到大路上、凡遇見的、不論善惡都召聚了來.筵席上就坐滿了客。

馬太福音 22:27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.
末後、婦人也死了。

馬太福音 22:28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
這樣、當復活的時候、他是七個人中、那一個的妻子呢.因爲他們都娶過他。

馬太福音 23:3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
凡他們所吩咐你們的、你們都要謹守、遵行.但不要效法他們的行爲.因爲他們能說不能行。

馬太福音 23:5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα,
他們一切所作的事、都是要叫人看見.所以將佩戴的經文做寬了、衣裳的繸子做長了.

馬太福音 23:8 ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·
但你們不要受拉比的稱呼.因爲只有一位是你們的夫子.你們都是弟兄。

馬太福音 23:20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
所以人指着壇起誓、就是指着壇和壇上一切所有的起誓。

馬太福音 23:27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們好像粉飾的墳墓、外面好看、裏面卻裝滿了死人的骨頭、和一切的汚穢。

馬太福音 23:35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
叫世上所流義人的血、都歸到你們身上.從義人亞伯的血起、直到你們在殿和壇中間所殺的巴拉加的兒子撒迦利亞的血爲止。

馬太福音 23:36 ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
我實在告訴你們、這一切的罪、都要歸到這世代了。

馬太福音 24:2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
耶穌對他們說、你們不是看見這殿宇麼.我實在告訴你們、將來在這裏、沒有一塊石頭留在石頭上不被拆毀了。

← 上一頁 下一頁 →