ἀσθενέω 生病的、患病的、殘疾的

Strong G770・動詞・新約出現 34 次・英文:I am weak, sick

中文義項

  1. 軟弱;沒有能力;被限制於:處於無能力或軟弱的狀態(15 次)
  2. 生病的;患病的;殘疾的:因生病而處於虛弱和無能力的狀態(19 次)

I am weak (physically: then morally), I am sick.

字形

出處

馬太福音 10:8 ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
醫治病人、叫死人復活、叫長大痲瘋的潔淨、把鬼趕出去.你們白白的得來、也要白白的捨去。

馬太福音 25:36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
我赤身露體、你們給我穿.我病了、你們看顧我.我在監裏、你們來看我。

馬太福音 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
又甚麼時候見你病了、或是在監裏、來看你呢。

馬可福音 6:56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.
凡耶穌所到的地方、或村中、或城裏、或鄉間、他們都將病人放在街市上、求耶穌只容他們摸他的衣裳繸子.凡摸着的人就都好了。

路加福音 4:40 Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.
日落的時候、凡有病人的、不論害甚麼病、都帶到耶穌那裏.耶穌按手在他們各人身上、醫好他們。

約翰福音 4:46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
耶穌又到了加利利的迦拿、就是他從前變水爲酒的地方.有一個大臣、他的兒子在迦百農患病。

約翰福音 5:3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
裏面躺着瞎眼的、瘸腿的、血氣枯乾的、許多病人。(有古卷在此有等候水動)

約翰福音 5:7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
病人回答說、先生、水動的時候、沒有人把我放在池子裏.我正去的時候、就有別人比我先下去。

約翰福音 6:2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
有許多人、因爲看見他在病人身上所行的神蹟、就跟隨他。

約翰福音 11:1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
有一個患病的人、名叫拉撒路、住在伯大尼、就是馬利亞和他姐姐馬大的村莊。

約翰福音 11:2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
這馬利亞就是那用香膏抹主、又用頭髮擦他脚的.患病的拉撒路是他的兄弟。

約翰福音 11:3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
他姊妹兩個就打發人去見耶穌說、主阿、你所愛的人病了。

約翰福音 11:6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
聽見拉撒路病了、就在所居之地、仍住了兩天。

使徒行傳 9:37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
當時、他患病而死.有人把他洗了、停在樓上。

使徒行傳 19:12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
甚至有人從保羅身上拿手巾、或圍裙、放在病人身上、病就退了、惡鬼也出去了。

使徒行傳 20:35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
我凡事給你們作榜樣、叫你們知道、應當這樣勞苦、扶助輭弱的人、又當記念主耶穌的話、說、施比受更爲有福。

羅馬書 4:19 καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας,
他將近百歲的時候、雖然想到自己的身體如同已死、撒拉的生育已經斷絕、他的信心還是不輭弱.

羅馬書 8:3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
律法旣因肉體輭弱、有所不能行的、神就差遣自己的兒子、成爲罪身的形狀、作了贖罪祭、在肉體中定了罪案.

羅馬書 14:1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
信心輭弱的、你們要接納、但不要辯論所疑惑的事。

羅馬書 14:2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
有人信百物都可喫.但那輭弱的、只喫蔬菜。

羅馬書 14:21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ·
無論是喫肉、是喝酒、是甚麼別的事、叫弟兄跌倒、一槪不作纔好。

哥林多前書 8:11 ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δι’ ὃν Χριστὸς ἀπέθανεν.
因此、基督爲他死的那輭弱弟兄、也就因你的知識沉淪了。

哥林多前書 8:12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
你們這樣得罪弟兄們、傷了他們輭弱的良心、就是得罪基督。

哥林多後書 11:21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν· ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
我說這話、是羞辱自己.好像我們從前是輭弱的.然而人在何事上勇敢、(我說句愚妄話)我也勇敢。

哥林多後書 11:29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;
有誰輭弱、我不輭弱呢.有誰跌倒、我不焦急呢。

哥林多後書 11:29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;
有誰輭弱、我不輭弱呢.有誰跌倒、我不焦急呢。

哥林多後書 12:10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
我爲基督的緣故、就以輭弱、凌辱、急難、逼迫、困苦、爲可喜樂的.因我甚麼時候輭弱、甚麼時候就剛強了。

哥林多後書 13:3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,
你們旣然尋求基督在我裏面說話的憑據、我必不寬容.因爲基督在你們身上、不是輭弱的.在你們裏面、是有大能的。

哥林多後書 13:4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
他因輭弱被釘在十字架上、卻因神的大能、仍然活着.我們也是這樣同他輭弱、但因神向你們所顯的大能、也必與他同活。

哥林多後書 13:9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
卽使我們輭弱、你們剛強、我們也歡喜.並且我們所求的、就是你們作完全人。

腓立比書 2:26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
他很想念你們衆人、並且極其難過、因爲你們聽見他病了.

腓立比書 2:27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
他實在是病了、幾乎要死.然而神憐恤他、不但憐恤他、也憐恤我、免得我憂上加憂。

提摩太後書 4:20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
以拉都在哥林多住下了。特羅非摩病了、我就留他在米利都。

雅各書 5:14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου·
你們中間有病了的呢、他就該請教會的長老來.他們可以奉主的名用油抹他、爲他禱告.