ἄγγελος 天使、使者、信使
Strong G32・名詞・新約出現 175 次・英文:an angel, messenger
中文義項
- 使者;信使:(ἀγγέλλω「告訴,通知」 的衍生詞)發佈公告的人(6 次)
- 天使;使者:超自然的存在者,至高超自然存在者的差役和使者(169 次)
a messenger, generally a (supernatural) messenger from God, an angel, conveying news or behests from God to men.
字形
- ἄγγελος 名詞 主格 單數 陽性(44 次)
- ἀγγέλων 名詞 所有格 複數 陽性(31 次)
- ἄγγελοι 名詞 主格 複數 陽性(22 次)
- ἀγγέλους 名詞 直接受格 複數 陽性(20 次)
- ἄγγελον 名詞 直接受格 單數 陽性(18 次)
- ἀγγέλου 名詞 所有格 單數 陽性(14 次)
- ἀγγέλοις 名詞 間接受格 複數 陽性(9 次)
- ἀγγέλῳ 名詞 間接受格 單數 陽性(9 次)
- ἄγγελόν 名詞 直接受格 單數 陽性(4 次)
- Ἄγγελος 名詞 主格 單數 陽性(2 次)
- ἄγγελοί 名詞 主格 複數 陽性(1 次)
- ἄγγελός 名詞 主格 單數 陽性(1 次)
出處(第 1 / 4 頁)
馬太福音 1:20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·
正思念這事的時候、有主的使者向他夢中顯現、說、大衞的子孫約瑟、不要怕、只管娶過你的妻子馬利亞來.因他所懷的孕、是從聖靈來的。
馬太福音 1:24 ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·
約瑟醒了、起來、就遵着主使者的吩咐、把妻子娶過來.
馬太福音 2:13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
他們去後、有主的使者向約瑟夢中顯現、說、起來、帶着小孩子同他母親、逃往埃及、住在那裏、等我吩咐你.因爲希律必尋找小孩子要除滅他。
馬太福音 2:19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
希律死了以後、有主的使者、在埃及向約瑟夢中顯現、說、
馬太福音 4:6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
對他說、你若是神的兒子、可以跳下去.因爲經上記着說、『主要爲你吩咐他的使者、用手托着你、免得你的脚碰在石頭上。』
馬太福音 4:11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
於是魔鬼離了耶穌、有天使來伺候他。
馬太福音 11:10 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
馬太福音 13:39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
撒稗子的仇敵、就是魔鬼.收割的時候就、是世界的末了.收割的人就、是天使。
馬太福音 13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
人子要差遣使者、把一切叫人跌倒的、和作惡的、從他國裏挑出來、
馬太福音 13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
世界的末了、也要這樣.天使要出來從義人中、把惡人分別出來、
馬太福音 16:27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
人子要在他父的榮耀裏、同着衆使者降臨.那時候、他要照各人的行爲報應各人。
馬太福音 18:10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
你們要小心、不可輕看這小子裏的一個.我告訴你們、他們的使者在天上、常見我天父的面。(有古卷在此有)
馬太福音 22:30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι θεοῦ ἐν τῷ οὐρανῷ εἰσιν·
當復活的時候、人也不娶也不嫁、乃像天上的使者一樣。
馬太福音 24:31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν.
他要差遣使者、用號筒的大聲、將他的選民、從四方、從天這邊、到天那邊、都招聚了來。(方原文作風)
馬太福音 24:36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
但那日子、那時辰、沒有人知道、連天上的使者也不知道、子也不知道、惟獨父知道。
馬太福音 25:31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
當人子在他榮耀裏、同着衆天使降臨的時候、要坐在他榮耀的寶座上.
馬太福音 25:41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
王又要向那左邊的說、你們這被咒詛的人、離開我、進入那爲魔鬼和他的使者所豫備的永火裏去。
馬太福音 26:53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
你想我不能求我父、現在爲我差遣十二營多天使來麼。
馬太福音 28:2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
忽然地大震動.因爲有主的使者、從天上下來、把石頭輥開、坐在上面。
馬太福音 28:5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
天使對婦女說、不要害怕、我知道你們是尋找那釘十字架的耶穌。
馬可福音 1:2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
正如先知以賽亞書上記着說、(有古卷無以賽亞三字)『看哪、我要差遣我的使者在你前面、豫備道路.
馬可福音 1:13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
他在曠野四十天受撒但的試探.並與野獸同在一處.且有天使來伺候他。
馬可福音 8:38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
凡在這淫亂罪惡的世代、把我和我的道當作可恥的、人子在他父的榮耀裏、同聖天使降臨的時候、也要把那人當作可恥的。
馬可福音 12:25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς·
人從死裏復活、也不娶、也不嫁、乃像天上的使者一樣。
馬可福音 13:27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
他要差遣天使、把他的選民、從四方、從地極直到天邊、都招聚了來。(方原文作風)
馬可福音 13:32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
但那日子、那時辰、沒有人知道、連天上的使者也不知道、子也不知道、惟有父知道。
路加福音 1:11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
有主的使者站在香壇的右邊、向他顯現。
路加福音 1:13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
天使對他說、撒迦利亞、不要害怕.因爲你的祈禱已經被聽見了、你的妻子以利沙伯要給你生一個兒子、你要給他起名叫約翰。
路加福音 1:18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
撒迦利亞對天使說、我憑着甚麼可知道這事呢、我已經老了、我的妻子也年紀老邁了。
路加福音 1:19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
天使回答說、我是站在神面前的加百列、奉差而來、對你說話、將這好信息報給你。
路加福音 1:26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
到了第六個月、天使加百列奉神的差遣、往加利利的一座城去、這城名叫拿撒勒.
路加福音 1:30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
天使對他說、馬利亞、不要怕.你在神面前已經蒙恩了。
路加福音 1:34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
馬利亞對天使說、我沒有出嫁、怎麼有這事呢。
路加福音 1:35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ·
天使回答說、聖靈要臨到你身上、至高者的能力要蔭庇你.因此所要生的聖者、必稱爲神的兒子。(或作所要生的必稱爲聖稱爲神的兒子)
路加福音 1:38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.
馬利亞說、我是主的使女、情願照你的話成就在我身上。天使就離開他去了。
路加福音 2:9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν·
有主的使者站在他們旁邊、主的榮光四面照着他們.牧羊的人就甚懼怕。
路加福音 2:10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ,
那天使對他們說、不要懼怕、我報給你們大喜的信息、是關乎萬民的.
路加福音 2:13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων·
忽然有一大隊天兵、同那天使讚美神說、
路加福音 2:15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
衆天使離開他們升天去了、牧羊的人彼此說、我們往伯利恆去、看看所成的事、就是主所指示我們的。
路加福音 2:21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
滿了八天、就給孩子行割禮、與他起名叫耶穌、這就是沒有成胎以前、天使所起的名。
路加福音 4:10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
因爲經上記着說、『主要爲你吩咐他的使者保護你.
路加福音 7:24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
約翰所差來的人旣走了、耶穌就對衆人講論約翰說、你們從前出去到曠野、是要看甚麼呢.要看風吹動的蘆葦麼。
路加福音 7:27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
路加福音 9:26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
凡把我和我的道當作可恥的、人子在自己的榮耀裏、並天父與聖天使的榮耀裏、降臨的時候、也要把那人當作可恥的。
路加福音 9:52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
便打發使者在他前頭走.他們到了撒瑪利亞的一個村莊、要爲他豫備。
路加福音 12:8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
我又告訴你們、凡在人面前認我的、人子在神的使者面前也必認他.
路加福音 12:9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
在人面前不認我的、人子在神的使者面前也必不認他。
路加福音 15:10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
我告訴你們、一個罪人悔改、在神的使者面前、也是這樣爲他歡喜。
路加福音 16:22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
後來那討飯的死了、被天使帶去放在亞伯拉罕的懷裏.財主也死了、並且埋葬了。
路加福音 22:43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
有一位天使從天上顯現、加添他的力量。