ἐξέρχομαι 離開、從裏面出去、不再存在

Strong G1831・動詞・新約出現 216 次・英文:I go out, come out

中文義項

  1. 離開;從裏面出去:離開一個封閉的,或明確定義的二維或三維區域(216 次)
  2. 不再存在;逝去;停止:不再存在(1 次)
  3. 從……生的;由……所生的;……的子孫:(習語,直譯:從腰部或生殖器官中出來)由男性在生育後代的過程中所起的作用而出生(1 次)
  4. 住在一起;生活在一起:(習語,直譯:進入和出去)在某個社群或團體中生活或行事為人(1 次)

I go out, come out.

字形

出處(第 1 / 5 頁)

馬太福音 2:6 Καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
『猶大地的伯利恆阿、你在猶大諸城中、並不是最小的.因爲將來有一位君王、要從你那裏出來、牧養我以色列民。』

馬太福音 5:26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
我實在告訴你、若有一文錢沒有還清、你斷不能從那裏出來。

馬太福音 8:28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
耶穌旣渡到那邊去、來到加大拉人的地方、就有兩個被鬼附的人、從墳塋裏出來迎着他、極其凶猛、甚至沒有人能從那條路上經過。

馬太福音 8:32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
耶穌說、去罷.鬼就出來、進入豬羣.全羣忽然闖下山崖、投在海裏淹死了。

馬太福音 8:34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
合城的人、都出來迎見耶穌.旣見了、就央求他離開他們的境界。

馬太福音 9:26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
於是這風聲傳徧了那地方。

馬太福音 9:31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
他們出去、竟把他的名聲傳徧了那地方。

馬太福音 9:32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
他們出去的時候、有人將鬼所附的一個啞吧、帶到耶穌跟前來。

馬太福音 10:11 εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
你們無論進那一城、那一村、要打聽那裏誰是好人、就住在他家、直住到走的時候。

馬太福音 10:14 καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
凡不接待你們、不聽你們話的人、你們離開那家、或是那城的時候、就把脚上的塵土跥下去。

馬太福音 11:7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
他們走的時候、耶穌就對衆人講論約翰說、你們從前出到曠野、是要看甚麼呢、要看風吹動的蘆葦麼。

馬太福音 11:8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
你們出去、到底是要看甚麼、要看穿細輭衣服的人麼、那穿細輭衣服的人、是在王宮裏。

馬太福音 11:9 ἀλλὰ τί ἐξήλθατε; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
你們出去、究竟是爲甚麼、是要看先知麼.我告訴你們、是的、他比先知大多了.

馬太福音 12:14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
法利賽人出去、商議怎樣可以除滅耶穌。

馬太福音 12:43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
汚鬼離了人身、就在無水之地、過來過去、尋求安歇之處、卻尋不着。

馬太福音 12:44 τότε λέγει· Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
於是說、我要回到我所出來的屋裏去.到了、就看見裏面空閒、打掃乾淨、修飾好了。

馬太福音 13:1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
當那一天、耶穌從房子裏出來、坐在海邊。

馬太福音 13:3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
他用比喻對他們講許多道理、說、有一個撒種的出去撒種.

馬太福音 13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
世界的末了、也要這樣.天使要出來從義人中、把惡人分別出來、

馬太福音 14:14 καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
耶穌出來、見有許多的人、就憐憫他們、治好了他們的病人。

馬太福音 15:18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
惟獨出口的、是從心裏發出來的、這纔汚穢人。

馬太福音 15:19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
因爲從心裏發出來的、有惡念、凶殺、姦淫、苟合、偷盜、妄證、謗讟.

馬太福音 15:21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
耶穌離開那裏、退到推羅西頓的境內去。

馬太福音 15:22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
有一個迦南婦人、從那地方出來、喊着說、主阿、大衞的子孫、可憐我.我女兒被鬼附得甚苦。

馬太福音 17:18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
耶穌斥責那鬼、鬼就出來.從此孩子就痊愈了。

馬太福音 18:28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· Ἀπόδος εἴ τι ὀφείλεις.
那僕人出來、遇見他的一個同伴、欠他十兩銀子、便揪着他、掐住他的喉嚨、說、你把所欠的還我。

馬太福音 20:1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
因爲天國好像家主、清早去雇人、進他的葡萄園作工.

馬太福音 20:3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
約在巳初出去、看見市上還有閒站的人.

馬太福音 20:5 οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
約在午正和申初又出去、也是這樣行。

馬太福音 20:6 περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
約在酉初出去、看見還有人站在那裏.就問他們說、你們爲甚麼整天在這裏閒站呢。

馬太福音 21:17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
於是離開他們、出城到伯大尼去、在那裏住宿。

馬太福音 22:10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
那些僕人就出去到大路上、凡遇見的、不論善惡都召聚了來.筵席上就坐滿了客。

馬太福音 24:1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
耶穌出了聖殿、正走的時候、門徒進前來、把殿宇指給他看。

馬太福音 24:26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
若有人對你們說、看哪、基督在曠野裏.你們不要出去.或說、看哪、基督在內屋中.你們不要信。

馬太福音 24:27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
閃電從東邊發出、直照到西邊.人子降臨、也要這樣。

馬太福音 25:1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
那時、天國好比十個童女、拿着燈、出去迎接新郎。

馬太福音 25:6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
半夜有人喊着說、新郎來了、你們出來迎接他。

馬太福音 26:30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
他們唱了詩、就出來往橄欖山去。

馬太福音 26:55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
當時、耶穌對衆人說、你們帶着刀棒、出來拿我、如同拿強盜麼.我天天坐在殿裏教訓人、你們並沒有拿我。

馬太福音 26:71 ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου·
旣出去、到了門口、又有一個使女看見他、就對那裏的人說、這個人也是同拿撒勒人耶穌一夥的。

馬太福音 26:75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
彼得想起耶穌所說的話、雞叫以先、你要三次不認我。他就出去痛哭。

馬太福音 27:32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
他們出來的時候、遇見一個古利奈人、名叫西門、就勉強他同去、好背着耶穌的十字架。

馬太福音 27:53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
到耶穌復活以後、他們從墳墓裏出來、進了聖城、向許多人顯現。

馬可福音 1:25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
耶穌責備他說、不要作聲、從這人身上出來罷。

馬可福音 1:26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
汚鬼叫那人抽了一陣瘋、大聲喊叫、就出來了。

馬可福音 1:28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
耶穌的名聲、就傳徧了加利利的四方。

馬可福音 1:29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
他們一出會堂、就同着雅各約翰、進了西門和安得烈的家。

馬可福音 1:35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
次日早晨、天未亮的時候、耶穌起來、到曠野地方去、在那裏禱告。

馬可福音 1:38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.
耶穌對他們說、我們可以往別處去、到鄰近的鄉村、我也好在那裏傳道.因爲我是爲這事出來的。

馬可福音 1:45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ἐπ’ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
那人出去、倒說許多的話、把這件事傳揚開了、叫耶穌以後不得再明明的進城、只好在外邊曠野地方.人從各處都就了他來。

下一頁 →