μικρός 低下的、不重要的、一會兒
Strong G3398・形容詞・新約出現 46 次・英文:little, small
中文義項
- 少的;小的;數目有限的:指非常有限的數量(4 次)
- 小的;比較小的:尺寸小的,相對於正在談論的事物的標準來說(8 次)
- 少的;很少的:程度量表上一個非常低的點(4 次)
- 一會兒;一小會兒;一小段時間;短暫的;短暫地:形容相對短暫的一段時間(13 次)
- 短:短的,在水平或垂直維度上(4 次)
- 年輕的;比較年輕的:指相對年輕的一個生物,經常是兩個對象中比較年輕的那一個(1 次)
- 低下的;不重要的:指身分地位低下或不重要的(與 μέγας 「偉大的;重要的」 相反)(15 次)
- 很快;在很短的時間內:(習語,直譯:很少,多少,多少)一段相對較短的時間,重點是這段短時期的確定性(1 次)
little, small.
字形
- μικρὸν 形容詞 直接受格 單數 中性(9 次)
- μικρῶν 形容詞 所有格 複數 陽性(6 次)
- μικρὸν 形容詞 直接受格 單數 陽性(4 次)
- μικρότερος 形容詞 主格 單數 陽性 比較級(3 次)
- μικροῦ 形容詞 所有格 單數 陽性(3 次)
- Μικρὸν 形容詞 直接受格 單數 中性(3 次)
- μικρόν 形容詞 直接受格 單數 中性(3 次)
- μικρότερον 形容詞 主格 單數 中性 比較級(2 次)
- μικρὸν 形容詞 主格 單數 中性(2 次)
- μικρὰ 形容詞 主格 單數 陰性(2 次)
- μικροὺς 形容詞 直接受格 複數 陽性(2 次)
- μικρῶν 形容詞 所有格 複數 中性(1 次)
- μικρὸς 形容詞 主格 單數 陽性(1 次)
- μικρῷ 形容詞 間接受格 單數 陽性(1 次)
- μικρὰν 形容詞 直接受格 單數 陰性(1 次)
- μικρόν 形容詞 直接受格 單數 陽性(1 次)
- μικροὶ 形容詞 主格 複數 陽性(1 次)
- μικρούς 形容詞 直接受格 複數 陽性(1 次)
出處
馬太福音 10:42 καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
無論何人、因爲門徒的名、只把一杯涼水給這小子裏的一個喝、我實在告訴你們、這人不能不得賞賜。
馬太福音 11:11 ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
我實在告訴你們、凡婦人所生的、沒有一個興起來大過施洗約翰的.然而天國裏最小的、比他還大。
馬太福音 13:32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
這原是百種裏最小的.等到長起來、卻比各樣的菜都大、且成了樹、天上的飛鳥來宿在他的枝上。
馬太福音 18:6 Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
凡使這信我的一個小子跌倒的、倒不如把大磨石拴在這人的頸項上、沉在深海裏。
馬太福音 18:10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
你們要小心、不可輕看這小子裏的一個.我告訴你們、他們的使者在天上、常見我天父的面。(有古卷在此有)
馬太福音 18:14 οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων.
你們在天上的父、也是這樣不願意這小子裏失喪一個。
馬太福音 26:39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
他就稍往前走、俯伏在地、禱告說、我父阿、倘若可行、求你叫這杯離開我.然而不要照我的意思、只要照你的意思。
馬太福音 26:73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ·
過了不多的時候、旁邊站着的人前來、對彼得說.你眞是他們一黨的、你的口音把你露出來了。
馬可福音 4:31 ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς—
好像一粒芥菜種、種在地裏的時候、雖比地上的百種都小、
馬可福音 9:42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
凡使這信我的一個小子跌倒的、倒不如把大磨石拴在這人的頸項上、扔在海裏。
馬可福音 14:35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,
他就稍往前走、俯伏在地禱告說、倘若可行、便叫那時候過去。
馬可福音 14:70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει·
彼得又不承認。過了不多的時候、旁邊站着的人又對彼得說、你眞是他們一黨的。因爲你是加利利人。
馬可福音 15:40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
還有些婦女、遠遠的觀看.內中有抹大拉的馬利亞、又有小雅各和約西的母親馬利亞、並有撒羅米.
路加福音 7:28 λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
我告訴你們、凡婦人所生的、沒有一個大過約翰的.然而神國裏最小的比他還大。
路加福音 9:48 καὶ εἶπεν αὐτοῖς· Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
對他們說、凡爲我名接待這小孩子的、就是接待我.凡接待我的、就是接待那差我來的.你們中間最小的、他便爲大。
路加福音 12:32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
你們這小羣、不要懼怕、因爲你們的父、樂意把國賜給你們。
路加福音 17:2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
就是把磨石拴在這人的頸項上、丟在海裏、還強如他把這小子裏的一個絆倒了。
路加福音 19:3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
他要看看耶穌是怎樣的人.只因人多、他的身量又矮、所以不得看見。
約翰福音 7:33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
於是耶穌說、我還有不多的時候和你們同在、以後就回到差我來的那裏去。
約翰福音 12:35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
耶穌對他們說、光在你們中間、還有不多的時候、應當趁着有光行走、免得黑暗臨到你們.那在黑暗裏行走的、不知道往何處去。
約翰福音 13:33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
小子們、我還有不多的時候、與你們同在.後來你們要找我、但我所去的地方、你們不能到.這話我曾對猶太人說過、如今也照樣對你們說。
約翰福音 14:19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε.
還有不多的時候、世人不再看見我.你們卻看見我.因爲我活着、你們也要活着。
約翰福音 16:16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.
等不多時、你們就不得見我.再等不多時、你們還要見我。
約翰福音 16:16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.
等不多時、你們就不得見我.再等不多時、你們還要見我。
約翰福音 16:17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
有幾個門徒就彼此說、他對我們說、等不多時、你們就不得見我.再等不多時、你們還要見我.又說、因我往父那裏去.這是甚麼意思呢。
約翰福音 16:17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
有幾個門徒就彼此說、他對我們說、等不多時、你們就不得見我.再等不多時、你們還要見我.又說、因我往父那裏去.這是甚麼意思呢。
約翰福音 16:18 ἔλεγον οὖν· Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
門徒彼此說、他說等不多時、到底是甚麼意思呢.我們不明白他所說的話。
約翰福音 16:19 ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
耶穌看出他們要問他、就說、我說等不多時、你們就不得見我、再等不多時、你們還要見我.你們爲這話彼此相問麼。
約翰福音 16:19 ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
耶穌看出他們要問他、就說、我說等不多時、你們就不得見我、再等不多時、你們還要見我.你們爲這話彼此相問麼。
使徒行傳 8:10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ καλουμένη Μεγάλη.
無論大小、都聽從他、說、這人就是那稱爲神的大能者。
使徒行傳 26:22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
然而我蒙神的幫助、直到今日還站得住、對着尊貴卑賤老幼作見證.所講的、並不外乎衆先知和摩西所說、將來必成的事.
哥林多前書 5:6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
你們這自誇是不好的.豈不知一點麵酵能使全團發起來麼。
哥林多後書 11:1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
但願你們寬容我這一點愚妄.其實你們原是寬容我的。
哥林多後書 11:16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι— εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι·
我再說、人不可把我看作愚妄的.縱然如此、也要把我當作愚妄人接納、叫我可以畧畧自誇。
加拉太書 5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
一點麵酵能使全團都發起來。
希伯來書 8:11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
他們不用各人教導自己的鄉鄰、和自己的弟兄、說、你該認識主.因爲他們從最小的到至大的、都必認識我。
希伯來書 10:37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
『因爲還有一點點時候、那要來的就來、並不遲延。
雅各書 3:5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
這樣、舌頭在百體裏也是最小的、卻能說大話。看哪、最小的火、能點着最大的樹林.
啟示錄 3:8 Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
我知道你的行爲、你畧有一點力量、也曾遵守我的道、沒有棄絕我的名.看哪、我在你面前給你一個敞開的門、是無人能關的。
啟示錄 6:11 καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
於是有白衣賜給他們各人.又有話對他們說、還要安息片時、等着一同作僕人的、和他們的弟兄、也像他們被殺、滿足了數目。
啟示錄 11:18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
外邦發怒、你的忿怒也臨到了.審判死人的時候也到了.你的僕人衆先知、和衆聖徒、凡敬畏你名的人連大帶小得賞賜的時候也到了.你敗壞那些敗壞世界之人的時候也就到了。
啟示錄 13:16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν,
他又叫衆人、無論大小貧富、自主的爲奴的、都在右手上、或是在額上、受一個印記。
啟示錄 19:5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
有聲音從寶座出來說、神的衆僕人哪、凡敬畏他的、無論大小、都要讚美我們的神。
啟示錄 19:18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
可以喫君王與將軍的肉、壯士與馬和騎馬者的肉、並一切自主的爲奴的、以及大小人民的肉。
啟示錄 20:3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον.
扔在無底坑裏、將無底坑關閉、用印封上、使他不得再迷惑列國、等到那一千年完了.以後必須暫時釋放他。
啟示錄 20:12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
我又看見死了的人、無論大小、都站在寶座前.案卷展開了.並且另有一卷展開、就是生命册.死了的人都憑着這些案卷所記載的、照他們所行的受審判。