使徒行傳 第 9 章 希臘文原文與和合本

9:1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
掃羅仍然向主的門徒、口吐威嚇凶殺的話、去見大祭司、

9:2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
求文書給大馬色的各會堂、若是找着信奉這道的人、無論男女、都准他捆綁帶到耶路撒冷。

9:3 ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
掃羅行路、將到大馬色、忽然從天上發光、四面照着他.

9:4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;
他就仆倒在地、聽見有聲音對他說、掃羅、掃羅、你爲甚麼逼迫我。

9:5 εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
他說、主阿、你是誰。主說、我就是你所逼迫的耶穌.

9:6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
起來、進城去、你所當作的事、必有人告訴你。

9:7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
同行的人、站在那裏、說不出話來、聽見聲音、卻看不見人。

9:8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
掃羅從地上起來、睜開眼睛、竟不能看見甚麼.有人拉他的手、領他進了大馬色.

9:9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
三日不能看見、也不喫、也不喝。

9:10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.
當下在大馬色、有一個門徒、名叫亞拿尼亞.主在異象中對他說、亞拿尼亞.他說、主、我在這裏。

9:11 ὁ δὲ κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
主對他說、起來、往直街去、在猶大的家裏、訪問一個大數人名叫掃羅.他正禱告.

9:12 καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας ὅπως ἀναβλέψῃ.
又看見了一個人、名叫亞拿尼亞、進來按手在他身上、叫他能看見。

9:13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
亞拿尼亞回答說、主阿、我聽見許多人說、這人怎樣在耶路撒冷多多苦害你的聖徒.

9:14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
並且他在這裏有從祭司長得來的權柄捆綁一切求告你名的人。

9:15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,
主對亞拿尼亞說、你只管去.他是我所揀選的器皿、要在外邦人和君王並以色列人面前、宣揚我的名。

9:16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
我也要指示他、爲我的名必須受許多的苦難。

9:17 ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
亞拿尼亞就去了、進入那家、把手按在掃羅身上說、兄弟掃羅、在你來的路上、向你顯現的主、就是耶穌、打發我來、叫你能看見、又被聖靈充滿。

9:18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
掃羅的眼睛上、好像有鱗立刻掉下來、他就能看見、於是起來受了洗.

9:19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς,
喫過飯就健壯了。掃羅和大馬色的門徒同住了些日子.

9:20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
就在各會堂裏宣傳耶穌、說他是神的兒子。

9:21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
凡聽見的人、都驚奇說、在耶路撒冷殘害求告這名的、不是這人麼.並且他到這裏來、特要捆綁他們帶到祭司長那裏。

9:22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
但掃羅越發有能力、駁倒住大馬色的猶太人、證明耶穌是基督。

9:23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
過了好些日子、猶太人商議要殺掃羅。

9:24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
但他們的計謀、被掃羅知道了。他們又晝夜在城門守候要殺他.

9:25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
他的門徒就在夜間、用筐子把他從城牆上縋下去。

9:26 Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
掃羅到了耶路撒冷、想與門徒結交.他們卻都怕他、不信他是門徒。

9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
惟有巴拿巴接待他、領去見使徒、把他在路上怎麼看見主、主怎麼向他說話、他在大馬色、怎麼奉耶穌的名放膽傳道、都述說出來。

9:28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
於是掃羅在耶路撒冷、和門徒出入來往、

9:29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
奉主的名、放膽傳道.並與說希利尼話的猶太人、講論辯駁.他們卻想法子要殺他。

9:30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
弟兄們知道了就送他下該撒利亞、打發他往大數去。

9:31 Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
那時猶太、加利利、撒瑪利亞、各處的教會都得平安、被建立.凡事敬畏主、蒙聖靈的安慰、人數就增多了。

9:32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
彼得周流四方的時候、也到了居住呂大的聖徒那裏。

9:33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
遇見一個人、名叫以尼雅、得了癱瘓、在褥子上躺臥八年。

9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
彼得對他說、以尼雅、耶穌基督醫好你了.起來、收拾你的褥子.他就立刻起來了。

9:35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
凡住呂大和沙崙的人、都看見了他、就歸服主。

9:36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
在約帕有一個女徒、名叫大比大、繙希利尼話、就是多加.(多加就是羚羊的意思)他廣行善事、多施賙濟。

9:37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
當時、他患病而死.有人把他洗了、停在樓上。

9:38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν·
呂大原與約帕相近.門徒聽見彼得在那裏、就打發兩個人去見他、央求他說、快到我們那裏去、不要躭延。

9:39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
彼得就起身和他們同去.到了、便有人領他上樓.衆寡婦都站在彼得旁邊哭、拿多加與他們同在時、所做的裏衣外衣給他看。

9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。

9:41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
彼得伸手扶他起來、叫衆聖徒和寡婦進去、把多加活活的交給他們。

9:42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
這事傳徧了約帕、就有許多人信了主。

9:43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
此後彼得在約帕一個硝皮匠西門的家裏、住了多日。

← 使徒行傳 8 章 使徒行傳 10 章 →