δεύτερος 第二、其次、後來

Strong G1208・形容詞・新約出現 44 次・英文:second, in the second place, for the second time

中文義項

  1. 第二;其次:時間、空間或集合系列中的第二個(42 次)
  2. 後來;隨後;然後:後來的一個事件,但不一定是一系列事件中的第二個(1 次)

second; with the article: in the second place, for the second time.

字形

出處

馬太福音 21:30 προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
又來對小兒子也是這樣說、他回答說、父阿、我去.他卻不去。

馬太福音 22:26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά·
第二第三直到第七個、都是如此。

馬太福音 22:39 Δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
其次也相仿、就是要愛人如己。

馬太福音 26:42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
第二次又去禱告說、我父阿、這杯若不能離開我、必要我喝、就願你的意旨成全。

馬可福音 12:21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως·
第二個娶了他、也死了、沒有留下孩子.第三個也是這樣。

馬可福音 12:31 δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
其次、就是說、要愛人如己。再沒有比這兩條誡命更大的了。

馬可福音 14:72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.
立時雞叫了第二遍.彼得想起耶穌對他所說的話、雞叫兩遍以先、你要三次不認我。思想起來、就哭了。

路加福音 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
或是二更天來、或是三更天來、看見僕人這樣、那僕人就有福了。

路加福音 19:18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
第二個來說、主阿、你的一錠銀子、已經賺了五錠。

路加福音 20:30 καὶ ὁ δεύτερος
第二個、第三個、也娶過他.

約翰福音 3:4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
尼哥底母說、人已經老了、如何能重生呢.豈能再進母腹生出來麼。

約翰福音 4:54 τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
這是耶穌在加利利行的第二件神蹟、是他從猶太回去以後行的。

約翰福音 9:24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.
所以法利賽人第二次叫了那從前瞎眼的人來、對他說、你該將榮耀歸給神.我們知道這人是個罪人。

約翰福音 21:16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου.
耶穌第二次又對他說、約翰的兒子西門、你愛我麼。彼得說、主阿、是的.你知道我愛你.耶穌說、你牧養我的羊。

使徒行傳 7:13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
第二次約瑟與弟兄們相認、他的親族也被法老知道了。

使徒行傳 10:15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
第二次有聲音向他說、神所潔淨的、你不可當作俗物。

使徒行傳 11:9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
第二次、有聲音從天上說、神所潔淨的、你不可當作俗物。

使徒行傳 12:10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
過了第一層第二層監牢、就來到臨街的鐵門.那門自己開了。他們出來、走過一條街、天使便離開他去了。

使徒行傳 13:33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
神已經向我們這作兒女的應驗、叫耶穌復活了.正如詩篇第二篇上記着說、『你是我的兒子、我今日生你。』

哥林多前書 12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教會所設立的、第一是使徒.第二是先知.第三是教師.其次是行異能的.再次是得恩賜醫病的.幫助人的.治理事的.說方言的。

哥林多前書 15:47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
頭一個人是出於地、乃屬土.第二個人是出於天。

哥林多後書 1:15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
我旣然這樣深信、就早有意到你們那裏去、叫你們再得益處.

哥林多後書 13:2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
我從前說過、如今不在你們那裏又說、正如我第二次見你們的時候所說的一樣、就是對那犯了罪的、和其餘的人說、我若再來必不寬容。

提多書 3:10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
分門結黨的人、警戒過一兩次、就要棄絕他.

希伯來書 8:7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·
那前約若沒有瑕疵、就無處尋求後約了。

希伯來書 9:3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
第二幔子後、又有一層帳幕、叫作至聖所.

希伯來書 9:7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
至於第二層帳幕、惟有大祭司一年一次獨自進去、沒有不帶着血、爲自己和百姓的過錯獻上.

希伯來書 9:28 οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
像這樣、基督旣然一次被獻、擔當了多人的罪、將來要向那等候他的人第二次顯現、並與罪無關、乃是爲拯救他們。

希伯來書 10:9 τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
後又說、我來了爲要照你的旨意行.可見他是除去在先的、爲要立定在後的。

彼得後書 3:1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
親愛的弟兄阿、我現在寫給你們的是第二封信.這兩封都是題醒你們、激發你們誠實的心.

猶大書 1:5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
從前主救了他的百姓出埃及地、後來就把那些不信的滅絕了.這一切的事、你們雖然都知道、我卻仍要題醒你們。

啟示錄 2:11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
聖靈向衆教會所說的話、凡有耳的、就應當聽。得勝的、必不受第二次死的害。

啟示錄 4:7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ·
第一個活物像獅子、第二個像牛犢、第三個臉面像人、第四個像飛鷹。

啟示錄 6:3 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου.
揭開第二印的時候、我聽見第二個活物說、你來。

啟示錄 6:3 Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου.
揭開第二印的時候、我聽見第二個活物說、你來。

啟示錄 8:8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
第二位天使吹號、就有彷彿火燒着的大山扔在海中.海的三分之一變成血.

啟示錄 11:14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
第二樣災禍過去.第三樣災禍快到了。

啟示錄 14:8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
又有第二位天使、接着說、叫萬民喝邪淫大怒之酒的巴比倫大城傾倒了、傾倒了。

啟示錄 16:3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ.
第二位天使把碗倒在海裏、海就變成血、好像死人的血.海中的活物都死了。

啟示錄 19:3 καὶ δεύτερον εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
又說、哈利路亞。燒淫婦的煙往上冒、直到永永遠遠。

啟示錄 20:6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ’ αὐτοῦ χίλια ἔτη.
在頭一次復活有分的、有福了、聖潔了.第二次的死在他們身上沒有權柄.他們必作神和基督的祭司、並要與基督一同作王一千年。

啟示錄 20:14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
死亡和陰間也被扔在火湖裏.這火湖就是第二次的死。

啟示錄 21:8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
惟有膽怯的、不信的、可憎的、殺人的、淫亂的、行邪術的、拜偶像的、和一切說謊話的、他們的分就在燒着硫磺的火湖裏.這是第二次的死。

啟示錄 21:19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
城牆的根基是用各樣寶石修飾的。第一根基是碧玉.第二是藍寶石.第三是綠瑪瑙.第四是綠寶石.