οὐδείς 沒有人、沒有東西

Strong G3762・形容詞・新約出現 232 次・英文:no one, none, nothing

中文義項

  1. 沒有人;沒有東西:對實體、事件或狀態的否定指向(234 次)

no one, none, nothing.

字形

出處(第 3 / 5 頁)

約翰福音 8:28 εἶπεν οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ.
所以耶穌說、你們舉起人子以後、必知道我是基督、並且知道我沒有一件事、是憑着自己作的.我說這些話、乃是照着父所教訓我的。

約翰福音 8:33 ἀπεκρίθησαν πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
他們回答說、我們是亞伯拉罕的後裔、從來沒有作過誰的奴僕.你怎麼說、你們必得自由呢。

約翰福音 8:54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν,
耶穌回答說、我若榮耀自己、我的榮耀就算不得甚麼.榮耀我的乃是我的父、就是你們所說是你們的神。

約翰福音 9:4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
趁着白日、我們必須作那差我來者的工.黑夜將到、就沒有人能作工了。

約翰福音 9:33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
這人若不是從神來的、甚麼也不能作。

約翰福音 10:18 οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
沒有人奪我的命去、是我自己捨的。我有權柄捨了、也有權柄取回來.這是我從我父所受的命令。

約翰福音 10:29 ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζων ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός.
我父把羊賜給我、他比萬有都大.誰也不能從我父手裏把他們奪去。

約翰福音 10:41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.
有許多人來到他那裏.他們說、約翰一件神蹟沒有行過.但約翰指着這人所說的一切話都是眞的。

約翰福音 11:49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν,
內中有一個人、名叫該亞法、本年作大祭司、對他們說、你們不知道甚麼。

約翰福音 12:19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
法利賽人彼此說、看哪、你們是徒勞無益、世人都隨從他去了。

約翰福音 13:28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
同席的人、沒有一個知道是爲甚麼對他說這話。

約翰福音 14:6 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
耶穌說、我就是道路、眞理、生命.若不藉着我、沒有人能到父那裏去。

約翰福音 14:30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
以後我不再和你們多說話、因爲這世界的王將到.他在我裏面是毫無所有.

約翰福音 15:5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
我是葡萄樹、你們是枝子.常在我裏面的、我也常在他裏面、這人就多結果子.因爲離了我、你們就不能作甚麼。

約翰福音 15:13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
人爲朋友捨命、人的愛心沒有比這個大的。

約翰福音 15:24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
我若沒有在他們中間行過別人未曾行的事、他們就沒有罪.但如今連我與我的父、他們也看見也恨惡了。

約翰福音 16:5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
現今我往差我來的父那裏去.你們中間並沒有人問我、你往哪裏去。

約翰福音 16:22 καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.
你們現在也是憂愁.但我要再見你們、你們的心就喜樂了.這喜樂、也沒有人能奪去。

約翰福音 16:23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.
到那日、你們甚麼也就不問我了.我實實在在的告訴你們、你們若向父求甚麼、他必因我的名、賜給你們。

約翰福音 16:24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
向來你們沒有奉我的名求甚麼、如今你們求就必得着、叫你們的喜樂可以滿足。

約翰福音 16:29 Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
門徒說、如今你是明說、並不用比喻了。

約翰福音 17:12 ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
我與他們同在的時候、因你所賜給我的名、保守了他們、我也護衞了他們、其中除了那滅亡之子、沒有一個滅亡的.好叫經上的話得應驗。

約翰福音 18:9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
這要應驗耶穌從前的話、說、你所賜給我的人、我沒有失落一個。

約翰福音 18:20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν·
耶穌回答說、我從來是明明的對世人說話.我常在會堂和殿裏、就是猶太人聚集的地方、教訓人.我在暗地裏、並沒有說甚麼。

約翰福音 18:31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
彼拉多說、你們自己帶他去、按着你們的律法審問他罷。猶太人說、我們沒有殺人的權柄。

約翰福音 18:38 λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν·
彼拉多說、眞理是甚麼呢。說了這話、又出來到猶太人那裏、對他們說、我查不出他有甚麼罪來。

約翰福音 19:4 καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
彼拉多又出來對衆人說、我帶他出來見你們、叫你們知道我查不出他有甚麼罪來。

約翰福音 19:11 ἀπεκρίθη αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
耶穌回答說、若不是從上頭賜給你的、你就毫無權柄辦我.所以把我交給你的那人、罪更重了。

約翰福音 19:41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος·
在耶穌釘十字架的地方、有一個園子.園子裏有一座新墳墓、是從來沒有葬過人的。

約翰福音 21:3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
西門彼得對他們說、我打魚去.他們說、我們也和你同去。他們就出去、上了船、那一夜並沒有打着甚麼。

約翰福音 21:12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
耶穌說、你們來喫早飯.門徒中沒有一個敢問他、你是誰、因爲知道是主。

使徒行傳 4:12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
除他以外、別無拯救.因爲在天下人間、沒有賜下別的名、我們可以靠着得救。

使徒行傳 4:14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
又看見那治好了的人、和他們一同站着、就無話可駁。

使徒行傳 5:13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός,
其餘的人、沒有一個敢貼近他們.百姓卻尊重他們。

使徒行傳 5:23 λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
我們看見監牢關得極妥當、看守的人也站在門外、及至開了門、裏面一個人都不見。

使徒行傳 5:36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
從前丟大起來、自誇爲大.附從他的人約有四百.他被殺後、附從他的全都散了、歸於無有。

使徒行傳 8:16 οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
因爲聖靈還沒有降在他們一個人身上.他們只奉主耶穌的名受了洗。

使徒行傳 9:8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
掃羅從地上起來、睜開眼睛、竟不能看見甚麼.有人拉他的手、領他進了大馬色.

使徒行傳 15:9 καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
又藉着信潔淨了他們的心、並不分他們我們。

使徒行傳 17:21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.
(雅典人、和住在那裏的客人、都不顧別的事、只將新聞說說聽聽。)

使徒行傳 18:10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
有我與你同在、必沒有人下手害你.因爲在這城裏我有許多的百姓。

使徒行傳 18:17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
衆人便揪住管會堂的所提尼、在堂前打他.這些事迦流都不管。

使徒行傳 19:27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
這樣、不獨我們這事業、被人藐視、就是大女神亞底米的廟、也要被人輕忽、連亞西亞全地、和普天下、所敬拜的大女神之威榮、也要銷滅了。

使徒行傳 20:20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους,
你們也知道、凡與你們有益的、我沒有一樣避諱不說的.或在衆人面前、或在各人家裏、我都教導你們.

使徒行傳 20:24 ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
我卻不以性命爲念、也不看爲寶貴、只要行完我的路程、成就我從主耶穌所領受的職事、證明神恩惠的福音。

使徒行傳 20:33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
我未曾貪圖一個人的金、銀、衣服。

使徒行傳 21:24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
你帶他們去、與他們一同行潔淨的禮、替他們拿出規費、叫他們得以剃頭.這樣、衆人就可知道、先前所聽見你的事都是虛的.並可知道、你自己爲人、循規蹈矩、遵行律法。

使徒行傳 23:9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος—
於是大大的喧嚷起來.有幾個法利賽黨的文士站起來、爭辯說、我們看不出這人有甚麼惡處、倘若有鬼魂、或是天使、對他說過話、怎麼樣呢。

使徒行傳 25:10 εἶπεν δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
保羅說、我站在該撒的堂前、這就是我應當受審的地方.我向猶太人並沒有行過甚麼不義的事、這也是你明明知道的。

使徒行傳 25:11 εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
我若行了不義的事、犯了甚麼該死的罪、就是死、我也不辭.他們所告我的事若都不實、就沒有人可以把我交給他們。我要上告於該撒。

← 上一頁 下一頁 →