ἔχω 有、擁有、屬於

Strong G2192・動詞・新約出現 706 次・英文:I have, hold, possess

中文義項

  1. 有;擁有;屬於:擁有物品或財產(在語言意義上指控制了這些物品的使用)(167 次)
  2. 拉住;握住;抓住:緊握物件(3 次)
  3. 持有觀點;有一個意見;考慮;認為:對某事物持有觀點或意(15 次)
  4. 穿(衣);戴:穿衣服(3 次)
  5. 能夠;可以;有能力:擁有做某事的能力(15 次)
  6. 經歷;有:經歷一種狀態或狀況,一般涉及持續時間(155 次)
  7. 是;承受:處於某個特定的狀態(15 次)
  8. 引起;導致;產生:用於標記一種使役關係,否則幾乎沒有任何語義內容(15 次)
  9. 有;包含:用於標記內容(5 次)
  10. 承認:(習語,直譯:得到承認)認識到事物真正的本質(1 次)
  11. 分享;彼此分享;公用:(習語,直譯:共同擁有)公平地彼此分享(1 次)
  12. 與……一同經歷:(習語,直譯:有分)與別人一同經歷(1 次)
  13. 能夠聽見;能聽:(習語,直譯:有耳朵)能夠聽見,暗示被預期會聽見,或有聆聽的義務(進一步暗示相關的心理活動)(6 次)
  14. 做占卜者;做算命的人:(習語,直譯:擁有蟒蛇的靈;一個希臘文的同位語)收取報酬然後告訴人他們將來會發生什麼(1 次)
  15. 病重垂危;快要死了:(習語,直譯:處於極端狀態)病重垂危,暗示快要死去(1 次)
  16. 生病;患病;有病(在某種程度上相當於英語習語:to be bad off「境況不佳」):(習語,直譯:遭遇不佳,或:情況不順利)處於糟糕的狀態,生病(10 次)
  17. 健康;痊愈;好了:(習語,直譯:好了)健康的狀態(對比於疾病)(1 次)
  18. 懷孕:(習語,直譯:有牀,但 κοίτη 與 ἔχω 結合使用,早已有發生性關係的轉喻意義)懷孕的狀態(1 次)
  19. 鄰近:(ἔχω「有」 的分詞形式)毗鄰某個位置的位置(1 次)
  20. 懷孕;懷胎:(習語,直譯:在子宮裏有)懷孕的狀態(6 次)
  21. 次日;第二天:緊接前一天後面的那一天(3 次)

I have, hold, possess.

字形

出處(第 4 / 15 頁)

路加福音 5:31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
耶穌對他們說、無病的人用不着醫生.有病的人纔用得着。

路加福音 5:31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
耶穌對他們說、無病的人用不着醫生.有病的人纔用得着。

路加福音 6:8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.
耶穌卻知道他們的意念.就對那枯乾一隻手的人說、起來、站在當中。那人就起來站着。

路加福音 7:2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
有一個百夫長所寶貴的僕人、害病快要死了。

路加福音 7:8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
因爲我在人的權下、也有兵在我以下、對這個說去、他就去.對那個說來、他就來.對我的僕人說、你作這事、他就去作。

路加福音 7:33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει·
施洗的約翰來、不喫餅、不喝酒.你們說他是被鬼附着的。

路加福音 7:40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· Διδάσκαλε, εἰπέ, φησίν.
耶穌對他說、西門.我有句話要對你說.西門說、夫子、請說。

路加福音 7:42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
因爲他們無力償還、債主就開恩免了他們兩個人的債。這兩個人那一個更愛他呢。

路加福音 8:6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
有落在磐石上的、一出來就枯乾了、因爲得不着滋潤。

路加福音 8:8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
又有落在好土裏的、生長起來、結實百倍。耶穌說了這些話、就大聲說、有耳可聽的、就應當聽。

路加福音 8:13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
那些在磐石上的、就是人聽道、歡喜領受、但心中沒有根、不過暫時相信、及至遇見試煉就退後了。

路加福音 8:18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
所以你們應當小心怎樣聽.因爲凡有的、還要加給他.凡沒有的、連他自以爲有的、也要奪去。

路加福音 8:18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
所以你們應當小心怎樣聽.因爲凡有的、還要加給他.凡沒有的、連他自以爲有的、也要奪去。

路加福音 8:18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
所以你們應當小心怎樣聽.因爲凡有的、還要加給他.凡沒有的、連他自以爲有的、也要奪去。

路加福音 8:27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
耶穌上了岸、就有城裏一個被鬼附着的人、迎面而來、這個人許久不穿衣服、不住房子、只住在墳塋裏。

路加福音 9:3 καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
對他們說、行路的時候、不要帶枴杖、和口袋、不要帶食物、和銀子、也不要帶兩件褂子。

路加福音 9:11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
但衆人知道了、就跟着他去.耶穌便接待他們、對他們講論神國的道、醫治那些需醫的人。

路加福音 9:58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
耶穌說、狐狸有洞、天空的飛鳥有窩、只是人子沒有枕頭的地方。

路加福音 9:58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
耶穌說、狐狸有洞、天空的飛鳥有窩、只是人子沒有枕頭的地方。

路加福音 11:5 Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
耶穌又說、你們中間誰有一個朋友、半夜到他那裏去說、朋友、請借給我三個餅.

路加福音 11:6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
因爲我有一個朋友行路、來到我這裏、我沒有甚麼給他擺上。

路加福音 11:36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
若是你全身光明、毫無黑暗、就必全然光明、如同燈的明光照亮你。

路加福音 12:4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
我的朋友、我對你們說、那殺身體以後、不能再作甚麼的、不要怕他們。

路加福音 12:5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
我要指示你們當怕的是誰.當怕那殺了以後、又有權柄丟在地獄裏的.我實在告訴你們、正要怕他。

路加福音 12:17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
自己心裏思想說、我的出產沒有地方收藏、怎麼辦呢。

路加福音 12:19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
然後要對我的靈魂說、靈魂哪、你有許多財物積存、可作多年的費用.只管安安逸逸的喫喝快樂罷。

路加福音 12:50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
我有當受的洗.還沒有成就、我是何等的迫切呢。

路加福音 13:6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
於是用比喻說、一個人有一棵無花果樹、栽在葡萄園裏.他來到樹前找果子、卻找不着。

路加福音 13:11 καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
有一個女人、被鬼附着病了十八年.腰彎得一點直不起來。

路加福音 13:33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
雖然這樣、今天明天後天我必須前行.因爲先知在耶路撒冷之外喪命是不能的。

路加福音 14:14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
因爲他們沒有甚麼可報答你.到義人復活的時候、你要得着報答。

路加福音 14:18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
衆人一口同音的推辭。頭一個說、我買了一塊地、必須去看看.請你准我辭了。

路加福音 14:18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
衆人一口同音的推辭。頭一個說、我買了一塊地、必須去看看.請你准我辭了。

路加福音 14:19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
又有一個說、我買了五對牛、要去試一試.請你准我辭了。

路加福音 14:28 τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
你們那一個要蓋一座樓、不先坐下算計花費、能蓋成不能呢。

路加福音 14:35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
或用在田裏、或堆在糞裏、都不合式.只好丟在外面。有耳可聽的、就應當聽。

路加福音 15:4 Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
你們中間誰有一百隻羊、失去一隻、不把這九十九隻撇在曠野、去找那失去的羊直到找着呢。

路加福音 15:7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
我告訴你們、一個罪人悔改、在天上也要這樣爲他歡喜、較比爲九十九個不用悔改的義人、歡喜更大。

路加福音 15:8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
或是一個婦人、有十塊錢、若失落一塊、豈不點上燈、打掃屋子、細細的找、直到找着麼。

路加福音 15:11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
耶穌又說、一個人有兩個兒子。

路加福音 16:1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς· Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
耶穌又對門徒說、有一個財主的管家.別人向他主人告他浪費主人的財物。

路加福音 16:28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
因爲我還有五個弟兄.他可以對他們作見證、免得他們也來到這痛苦的地方。

路加福音 16:29 λέγει δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
亞伯拉罕說、他們有摩西和先知的話、可以聽從。

路加福音 17:6 εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
主說、你們若有信心像一粒芥菜種、就是對這棵桑樹說、你要拔起根來、栽在海裏、他也必聽從你們。

路加福音 17:7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε,
你們誰有僕人耕地、或是放羊、從田裏回來、就對他說、你快來坐下喫飯呢.

路加福音 17:9 μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
僕人照所吩咐的去作、主人還謝謝他麼。

路加福音 18:22 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌聽見了、就說、你還缺少一件.要變賣你一切所有的、分給窮人、就必有財寶在天上.你還要來跟從我。

路加福音 18:22 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶穌聽見了、就說、你還缺少一件.要變賣你一切所有的、分給窮人、就必有財寶在天上.你還要來跟從我。

路加福音 18:24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται·
耶穌看見他就說、有錢財的人進神的國、是何等的難哪。

路加福音 19:17 καὶ εἶπεν αὐτῷ· Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
主人說、好、良善的僕人.你旣在最小的事上有忠心、可以有權柄管十座城。

← 上一頁 下一頁 →