προφήτης 先知、受靈感的傳道者、先知的著作
Strong G4396・名詞・新約出現 144 次・英文:a prophet, poet
中文義項
- 先知;受靈感的傳道者:代表上帝發言的人(144 次)
- 先知的著作;先知(書):先知的著作,包括早期和後期的先知(8 次)
- 神聖的著作;律法和先知:(習語,直譯:律法書和先知書)舊約所有的神聖著作,包括律法書、先知書和聖卷(7 次)
a prophet, poet; a person gifted at expositing divine truth.
字形
- προφητῶν 名詞 所有格 複數 陽性(32 次)
- προφήτου 名詞 所有格 單數 陽性(26 次)
- προφήτης 名詞 主格 單數 陽性(25 次)
- προφῆται 名詞 主格 複數 陽性(21 次)
- προφήτας 名詞 直接受格 複數 陽性(15 次)
- προφήτην 名詞 直接受格 單數 陽性(10 次)
- προφήταις 名詞 間接受格 複數 陽性(10 次)
- Προφήτης 名詞 主格 單數 陽性(2 次)
- Προφήτην 名詞 直接受格 單數 陽性(2 次)
- προφήτῃ 名詞 間接受格 單數 陽性(1 次)
出處(第 3 / 3 頁)
使徒行傳 8:34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
太監對腓利說、請問、先知說這話、是指着誰、是指着自己呢、是指着別人呢。
使徒行傳 10:43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
衆先知也爲他作見證、說、凡信他的人、必因他的名、得蒙赦罪。
使徒行傳 11:27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
當那些日子、有幾位先知從耶路撒冷下到安提阿。
使徒行傳 13:1 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
在安提阿的教會中、有幾位先知和教師、就是巴拿巴、和稱呼尼結的西面、古利奈人路求、與分封之王希律同養的馬念、並掃羅。
使徒行傳 13:15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
讀完了律法和先知的書、管會堂的叫人過去、對他們說、二位兄臺、若有甚麼勸勉衆人的話、請說。
使徒行傳 13:20 ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
此後、給他們設立士師、約有四百五十年、直到先知撒母耳的時候。
使徒行傳 13:27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
耶路撒冷居住的人、和他們的官長、因爲不認識基督、也不明白每安息日所讀衆先知的書、就把基督定了死罪、正應了先知的豫言。
使徒行傳 13:40 βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·
所以你們務要小心、免得先知書上所說的臨到你們。
使徒行傳 15:15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·
衆先知的話、也與這意思相合.
使徒行傳 15:32 Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
猶大和西拉也是先知、就用許多話勸勉弟兄、堅固他們。
使徒行傳 21:10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
我們在那裏多住了幾天、有一個先知、名叫亞迦布、從猶太下來。
使徒行傳 24:14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
但有一件事、我向你承認、就是他們所稱爲異端的道、我正按着那道事奉我祖宗的神、又信合乎律法的、和先知書上一切所記載的.
使徒行傳 26:22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
然而我蒙神的幫助、直到今日還站得住、對着尊貴卑賤老幼作見證.所講的、並不外乎衆先知和摩西所說、將來必成的事.
使徒行傳 26:27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
亞基帕王阿、你信先知麼、我知道你是信的。
使徒行傳 28:23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
他們和保羅約定了日子、就有許多人到他的寓處來、保羅從早到晚、對他們講論這事、證明神國的道、引摩西的律法和先知的書、以耶穌的事、勸勉他們。
使徒行傳 28:25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
他們彼此不合、就散了.未散以先、保羅說了一句話、說、聖靈藉先知以賽亞、向你們祖宗所說的話、是不錯的。
羅馬書 1:2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
這福音是神從前藉衆先知、在聖經上所應許的、
羅馬書 3:21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
但如今神的義在律法以外已經顯明出來、有律法和先知爲證.
羅馬書 11:3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.
『主阿、他們殺了你的先知、拆了你的祭壇、只剩下我一個人、他們還要尋索我的命。』
哥林多前書 12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教會所設立的、第一是使徒.第二是先知.第三是教師.其次是行異能的.再次是得恩賜醫病的.幫助人的.治理事的.說方言的。
哥林多前書 12:29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
豈都是使徒麼.豈都是先知麼.豈都是教師麼.豈都是行異能的麼.
哥林多前書 14:29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
至於作先知講道的、只好兩個人、或是三個人、其餘的就當愼思明辨。
哥林多前書 14:32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,
先知的靈、原是順服先知的.
哥林多前書 14:32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,
先知的靈、原是順服先知的.
哥林多前書 14:37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστίν·
若有人以爲自己是先知、或是屬靈的、就該知道、我所寫給你們的是主的命令。
以弗所書 2:20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
並且被建造在使徒和先知的根基上、有基督耶穌自己爲房角石.
以弗所書 3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
這奧祕在以前的世代、沒有叫人知道、像如今藉着聖靈啟示他的聖使徒和先知一樣.
以弗所書 4:11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
他所賜的有使徒、有先知.有傳福音的.有牧師和教師.
帖撒羅尼迦前書 2:15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
這猶太人殺了主耶穌和先知、又把我們趕出去.他們不得神的喜悅、且與衆人爲敵.
提多書 1:12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί·
有革哩底人中的一個本地先知說、『革哩底人常說謊話、乃是惡獸、又饞又懶.』
希伯來書 1:1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
神旣在古時藉着衆先知、多次多方的曉諭列祖、
希伯來書 11:32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
我又何必再說呢.若要一一細說、基甸、巴拉、參孫、耶弗他、大衞、撒母耳、和衆先知的事、時候就不彀了。
雅各書 5:10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
弟兄們、你們要把那先前奉主名說話的衆先知、當作能受苦能忍耐的榜樣。
彼得前書 1:10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
論到這救恩、那豫先說你們要得恩典的衆先知、早已詳細的尋求考察.
彼得後書 2:16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
他卻爲自己的過犯受了責備.那不能說話的驢、以人言攔阻先知的狂妄。
彼得後書 3:2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,
叫你們記念聖先知豫先所說的話、和主救主的命令、就是使徒所傳給你們的。
啟示錄 10:7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας.
但在第七位天使吹號發聲的時候、神的奧祕、就成全了、正如神所傳給他僕人衆先知的佳音。
啟示錄 11:10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
住在地上的人、就爲他們歡喜快樂、互相餽送禮物.因這兩位先知曾叫住在地上的人受痛苦。
啟示錄 11:18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
外邦發怒、你的忿怒也臨到了.審判死人的時候也到了.你的僕人衆先知、和衆聖徒、凡敬畏你名的人連大帶小得賞賜的時候也到了.你敗壞那些敗壞世界之人的時候也就到了。
啟示錄 16:6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν.
他們曾流聖徒與先知的血、現在你給他們血喝.這是他們所該受的。
啟示錄 18:20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
天哪、衆聖徒衆使徒衆先知阿、你們都要因他歡喜.因爲神已經在他身上伸了你們的寃。
啟示錄 18:24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
先知和聖徒、並地上一切被殺之人的血、都在這城裏看見了。
啟示錄 22:6 Καὶ εἶπέν μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει·
天使又對我說、這些話是眞實可信的.主就是衆先知被感之靈的神、差遣他的使者、將那必要快成的事指示他僕人。
啟示錄 22:9 καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
他對我說、千萬不可.我與你、和你的弟兄衆先知、並那些守這書上言語的人、同是作僕人的.你要敬拜神。