συνάγω 聚在一起、聚會、聚集

Strong G4863・動詞・新約出現 59 次・英文:I gather together

中文義項

  1. 集合;召集:使集合在一起,無論是有生命還是無生命的物體(22 次)
  2. 存放;放在某個地方:收集並放在某個安全的地方(4 次)
  3. 換成錢;變賣:把財產或物品換成金錢(1 次)
  4. 聚在一起;聚會;聚集;相聚;集合:兩個或更多物體移動到相同位置(32 次)

I gather together, collect, assemble, receive with hospitality, entertain.

字形

出處(第 1 / 2 頁)

馬太福音 2:4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.
他就召齊了祭司長和民間的文士、問他們說、基督當生在何處。

馬太福音 3:12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
他手裏拿着簸箕、要揚淨他的塲、把麥子收在倉裏、把糠用不滅的火燒盡了。

馬太福音 6:26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
你們看那天上的飛鳥、也不種、也不收、也不積蓄在倉裏、你們的天父尚且養活他.你們不比飛鳥貴重得多麼。

馬太福音 12:30 ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
不與我相合的、就是敵我的、不同我收聚的、就是分散的。

馬太福音 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
有許多人到他那裏聚集、他只得上船坐下.衆人都站在岸上。

馬太福音 13:30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
容這兩樣一齊長、等着收割.當收割的時候、我要對收割的人說、先將稗子薅出來、捆成捆、留着燒.惟有麥子、要收在倉裏。

馬太福音 13:47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
天國又好像網撒在海裏、聚攏各樣水族。

馬太福音 18:20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
因爲無論在那裏、有兩三個人奉我的名聚會、那裏就有我在他們中間。

馬太福音 22:10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
那些僕人就出去到大路上、凡遇見的、不論善惡都召聚了來.筵席上就坐滿了客。

馬太福音 22:34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.
法利賽人聽見耶穌堵住了撒都該人的口、他們就聚集。

馬太福音 22:41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
法利賽人聚集的時候、耶穌問他們說、

馬太福音 24:28 ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
屍首在那裏、鷹也必聚在那裏。

馬太福音 25:24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
那領一千的、也來說、主阿、我知道你是忍心的人、沒有種的地方要收割、沒有散的地方要聚斂.

馬太福音 25:26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
主人回答說、你這又惡又懶的僕人、你旣知道我沒有種的地方要收割、沒有散的地方要聚斂.

馬太福音 25:32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
萬民都要聚集在他面前.他要把他們分別出來、好像牧羊的分別綿羊山羊一般.

馬太福音 25:35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
因爲我餓了、你們給我喫.渴了、你們給我喝.我作客旅、你們留我住.

馬太福音 25:38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
甚麼時候見你作客旅留你住、或是赤身露體給你穿.

馬太福音 25:43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
我作客旅、你們不留我住.我赤身露體、你們不給我穿.我病了、我在監裏、你們不來看顧我。

馬太福音 26:3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
那時、祭司長和民間的長老、聚集在大祭司稱爲該亞法的院裏。

馬太福音 26:57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
拿耶穌的人、把他帶到大祭司該亞法那裏去.文士和長老、已經在那裏聚會。

馬太福音 27:17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
衆人聚集的時候、彼拉多就對他們說、你們要我釋放那一個給你們.是巴拉巴呢、是稱爲基督的耶穌呢。

馬太福音 27:27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν.
巡撫的兵就把耶穌帶進衙門、叫全營的兵都聚集在他那裏。

馬太福音 27:62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
次日、就是豫備日的第二天、祭司長和法利賽人聚集、來見彼拉多、說、

馬太福音 28:12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
祭司長和長老聚集商議、就拿許多銀錢給兵丁說、

馬可福音 2:2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
就有許多人聚集、甚至連門前都沒有空地、耶穌就對他們講道。

馬可福音 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
耶穌又在海邊教訓人.有許多人到他那裏聚集、他只得上船坐下.船在海裏、衆人都靠近海站在岸上。

馬可福音 5:21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
耶穌坐船又渡到那邊去、就有許多人到他那裏聚集.他正在海邊上。

馬可福音 6:30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
使徒聚集到耶穌那裏、將一切所作的事、所傳的道、全告訴他。

馬可福音 7:1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων
有法利賽人、和幾個文士、從耶路撒冷、來到耶穌那裏聚集。

路加福音 3:17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
他手裏拿着簸箕、要揚淨他的塲、把麥子收在倉裏、把糠用不滅的火燒盡了。

路加福音 11:23 ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
不與我相合的、就是敵我的.不同我收聚的、就是分散的。

路加福音 12:17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
自己心裏思想說、我的出產沒有地方收藏、怎麼辦呢。

路加福音 12:18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,
又說、我要這麼辦.要把我的倉房拆了、另蓋更大的.在那裏好收藏我一切的糧食和財物。

路加福音 15:13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
過了不多幾日、小兒子就把他一切所有的、都收拾起來、往遠方去了.在那裏任意放蕩、浪費貲財。

路加福音 22:66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
天一亮、民間的衆長老連祭司長帶文士都聚會.把耶穌帶到他們的公會裏、

約翰福音 4:36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
收割的人得工價、積蓄五穀到永生.叫撒種的和收割的一同快樂。

約翰福音 6:12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
他們喫飽了、耶穌對門徒說、把剩下的零碎、收拾起來、免得有蹧蹋的。

約翰福音 6:13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
他們便將那五個大麥餅的零碎、就是衆人喫了剩下的、收拾起來、裝滿了十二個籃子。

約翰福音 11:47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
祭司長和法利賽人聚集公會、說、這人行好些神蹟、我們怎麼辦呢。

約翰福音 11:52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
也不但替這一國死、並要將神四散的子民、都聚集歸一。

約翰福音 15:6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
人若不常在我裏面、就像枝子丟在外面枯乾、人拾起來、扔在火裏燒了。

約翰福音 18:2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
賣耶穌的猶大也知道那地方.因爲耶穌和門徒屢次上那裏去聚集。

使徒行傳 4:5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ
第二天、官府、長老、和文士、在耶路撒冷聚會.

使徒行傳 4:26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
世上的君王一齊起來、臣宰也聚集、要敵擋主、並主的受膏者。(或作基督)』

使徒行傳 4:27 συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
希律和本丟彼拉多、外邦人和以色列民、果然在這城裏聚集、要攻打你所膏的聖僕耶穌、(僕或作子)

使徒行傳 4:31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
禱告完了、聚會的地方震動.他們就都被聖靈充滿、放膽講論神的道。

使徒行傳 11:26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
找着了、就帶他到安提阿去。他們足有一年的工夫、和教會一同聚集、教訓了許多人.門徒稱爲基督徒、是從安提阿起首。

使徒行傳 13:44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου.
到下安息日、合城的人、幾乎都來聚集、要聽神的道。

使徒行傳 14:27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
到了那裏、聚集了會衆、就述說神藉他們所行的一切事、並神怎樣爲外邦人開了信道的門。

使徒行傳 15:6 Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
使徒和長老、聚會商議這事。

下一頁 →