ἀνίστημι 站著、站起來、離開

Strong G450・動詞・新約出現 108 次・英文:I raise up, set up, rise from

中文義項

  1. 使站起來;扶起來:使人站起來(4 次)
  2. 使復活;使活過來;興起;起來:使人死而復活(13 次)
  3. 生子;生育;成為父親:(習語,直譯:繁衍後代)男性在生孩子一事上擔當的角色(1 次)
  4. 站著;站起來:採取站立的姿勢(40 次)
  5. 離開;從……離開:離開參考點,可能有「起來並離開」的含義(20 次)
  6. 興起;出現;起來:興起,有取得某個位置或擔負某個職責的含意(8 次)
  7. 活過來;再次活著;復活:死而復活(20 次)
  8. 反抗;造反;叛亂:起來公然反抗權威,意圖推翻它或全面違抗其要求(2 次)

I raise up, set up; I rise from among (the) dead; I arise, appear.

字形

出處(第 2 / 3 頁)

約翰福音 6:44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
若不是差我來的父吸引人、就沒有能到我這裏來的.到我這裏來的、在末日我要叫他復活。

約翰福音 6:54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
喫我肉喝我血的人就有永生.在末日我要叫他復活。

約翰福音 11:23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.
耶穌說、你兄弟必然復活。

約翰福音 11:24 λέγει αὐτῷ ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
馬大說、我知道在末日復活的時候、他必復活。

約翰福音 11:31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
那些同馬利亞在家裏安慰他的猶太人、見他急忙起來出去、就跟着他.以爲他要往墳墓那裏去哭。

約翰福音 20:9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
因爲他們還不明白聖經的意思、就是耶穌必要從死裏復活。

使徒行傳 1:15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι)·
那時、有許多人聚會、約有一百二十名、彼得就在弟兄中間站起來、說、

使徒行傳 2:24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ·
神卻將死的痛苦解釋了、叫他復活.因爲他原不能被死拘禁。

使徒行傳 2:32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
這耶穌、神已經叫他復活了、我們都爲這事作見證。

使徒行傳 3:22 Μωϋσῆς μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
摩西曾說、『主神要從你們弟兄中間、給你們興起一位先知像我、凡他向你們所說的、你們都要聽從。

使徒行傳 3:26 ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
神旣興起他的僕人、(或作兒子)就先差他到你們這裏來、賜福給你們、叫你們各人回轉、離開罪惡。

使徒行傳 5:6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
有些少年人起來、把他包裹抬出去埋葬了。

使徒行傳 5:17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
大祭司和他的一切同人、就是撒都該教門的人、都起來、滿心忌恨。

使徒行傳 5:34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι,
但有一個法利賽人、名叫迦瑪列、是衆百姓所敬重的教法師、在公會中站起來、吩咐人把使徒暫且帶到外面去.

使徒行傳 5:36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
從前丟大起來、自誇爲大.附從他的人約有四百.他被殺後、附從他的全都散了、歸於無有。

使徒行傳 5:37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
此後報名上册的時候、又有加利利的猶大起來、引誘些百姓跟從他、他也滅亡、附從他的人也都四散了。

使徒行傳 6:9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,
當時有稱利百地拿會堂的幾個人、並有古利奈、亞力山太、基利家、亞西亞、各處會堂的幾個人、都起來、和司提反辯論。

使徒行傳 7:18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
直到有不曉得約瑟的新王興起.

使徒行傳 7:37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
那曾對以色列人說、『神要從你們弟兄中間、給你們興起一位先知像我的、』就是這位摩西。

使徒行傳 8:26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
有主的一個使者對腓利說、起來、向南走、往那從耶路撒冷下迦薩的路上去。那路是曠野。

使徒行傳 8:27 καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
腓利就起身去了.不料、有一個埃提阿伯(卽古實見以賽亞十八章一節)人、是個有大權的太監、在埃提阿伯女王干大基的手下總管銀庫、他上耶路撒冷禮拜去了.

使徒行傳 9:6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
起來、進城去、你所當作的事、必有人告訴你。

使徒行傳 9:11 ὁ δὲ κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
主對他說、起來、往直街去、在猶大的家裏、訪問一個大數人名叫掃羅.他正禱告.

使徒行傳 9:18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
掃羅的眼睛上、好像有鱗立刻掉下來、他就能看見、於是起來受了洗.

使徒行傳 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
彼得對他說、以尼雅、耶穌基督醫好你了.起來、收拾你的褥子.他就立刻起來了。

使徒行傳 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
彼得對他說、以尼雅、耶穌基督醫好你了.起來、收拾你的褥子.他就立刻起來了。

使徒行傳 9:39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
彼得就起身和他們同去.到了、便有人領他上樓.衆寡婦都站在彼得旁邊哭、拿多加與他們同在時、所做的裏衣外衣給他看。

使徒行傳 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。

使徒行傳 9:41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
彼得伸手扶他起來、叫衆聖徒和寡婦進去、把多加活活的交給他們。

使徒行傳 10:13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
又有聲音向他說、彼得、起來、宰了喫。

使徒行傳 10:20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
起來、下去、和他們同往、不要疑惑.因爲是我差他們來的。

使徒行傳 10:23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
彼得就請他們進去、住了一宿。次日起身和他們同去、還有約帕的幾個弟兄同着他去。

使徒行傳 10:26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
彼得卻拉他說、你起來.我也是人。

使徒行傳 10:41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
不是顯現給衆人看、乃是顯現給神豫先所揀選爲他作見證的人看、就是我們這些在他從死裏復活以後、和他同喫同喝的人。

使徒行傳 11:7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
我且聽見有聲音向我說、彼得、起來、宰了喫。

使徒行傳 11:28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
內中有一位、名叫亞迦布.站起來、藉着聖靈、指明天下將有大饑荒.這事到革老丟年間果然有了。

使徒行傳 12:7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
忽然有主的一個使者、站在旁邊、屋裏有光照耀.天使拍彼得的肋旁、拍醒了他、說、快快起來.那鐵鍊就從他手上脫落下來。

使徒行傳 13:16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
保羅就站起來、舉手說、以色列人、和一切敬畏神的人、請聽。

使徒行傳 13:33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
神已經向我們這作兒女的應驗、叫耶穌復活了.正如詩篇第二篇上記着說、『你是我的兒子、我今日生你。』

使徒行傳 13:34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
論到神叫他從死裏復活、不再歸於朽壞、就這樣說、『我必將所應許大衞那聖潔可靠的恩典、賜給你們。』

使徒行傳 14:10 εἶπεν μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός· καὶ ἥλατο καὶ περιεπάτει.
就大聲說、你起來、兩脚站直。那人就跳起來而且行走。

使徒行傳 14:20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
門徒正圍着他、他就起來、走進城去.第二天、同巴拿巴往特庇去、

使徒行傳 15:7 πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι,
辯論已經多了、彼得就起來、說、諸位弟兄、你們知道神早已在你們中間揀選了我、叫外邦人從我口中得聽福音之道、而且相信。

使徒行傳 17:3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ χριστός, ὁ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
講解陳明基督必須受害、從死裏復活.又說、我所傳與你們的這位耶穌、就是基督。

使徒行傳 17:31 καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
因爲他已經定了日子、要藉着他所設立的人、按公義審判天下.並且叫他從死裏復活、給萬人作可信的憑據。

使徒行傳 20:30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν·
就是你們中間、也必有人起來、說悖謬的話、要引誘門徒跟從他們。

使徒行傳 22:10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
我說、主阿、我當作甚麼。主說、起來、進大馬色去、在那裏要將所派你作的一切事、告訴你。

使徒行傳 22:16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.
現在你爲甚麼躭延呢、起來、求告他的名受洗、洗去你的罪。

使徒行傳 23:9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος—
於是大大的喧嚷起來.有幾個法利賽黨的文士站起來、爭辯說、我們看不出這人有甚麼惡處、倘若有鬼魂、或是天使、對他說過話、怎麼樣呢。

使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.

← 上一頁 下一頁 →