ὑπέρ 為、代表、為了

Strong G5228・介系詞・新約出現 150 次・英文:in behalf of, above

中文義項

  1. 為;代表;為了:(帶所有格)用於標記受益於一個事件,或為他而進行的事件的參與者(105 次)
  2. 關於:(帶所有格)用於標記一般性的內容,無論是講話還是思想(22 次)
  3. 超過;過於;過了;比……更;更是:程度超出用來比較的程度量表上的程度(14 次)
  4. 高過;超越:標示某個身分地位高過另一個身分地位(6 次)
  5. 因為;鑒於:表示原因或理由,通常帶有某事有益處的含意(9 次)

gen: in behalf of; acc: above.

字形

出處(第 3 / 3 頁)

以弗所書 3:1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
因此、我保羅爲你們外邦人作了基督耶穌被囚的、替你們祈禱.(此句乃照對十四節所加)

以弗所書 3:13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
所以我求你們、不要因我爲你們所受的患難喪膽.這原是你們的榮耀。

以弗所書 3:20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
神能照着運行在我們心裏的大力、充充足足的成就一切超過我們所求所想的.

以弗所書 5:2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
也要憑愛心行事、正如基督愛我們、爲我們捨了自己、當作馨香的供物、和祭物、獻與神。

以弗所書 5:20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
凡事要奉我們主耶穌基督的名、常常感謝父神。

以弗所書 5:25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
你們作丈夫的、要愛你們的妻子、正如基督愛教會、爲教會捨己.

以弗所書 6:19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου
也爲我祈求、使我得着口才、能以放膽、開口講明福音的奧祕、

以弗所書 6:20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
(我爲這福音的奧祕、作了帶鎖鍊的使者)並使我照着當盡的本分、放膽講論。

腓立比書 1:4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
(每逢爲你們衆人祈求的時候、常是歡歡喜喜的祈求)

腓立比書 1:7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·
我爲你們衆人有這樣的意念、原是應當的.因你們常在我心裏、無論我是在捆鎖之中、是辯明證實福音的時候、你們都與我一同得恩。

腓立比書 1:29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
因爲你們蒙恩、不但得以信服基督、並要爲他受苦。

腓立比書 1:29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
因爲你們蒙恩、不但得以信服基督、並要爲他受苦。

腓立比書 2:9 διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
所以神將他升爲至高、又賜給他那超乎萬名之上的名、

腓立比書 2:13 θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
因爲你們立志行事、都是神在你們心裏運行、爲要成就他的美意。

腓立比書 4:10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ.
我靠主大大的喜樂、因爲你們思念我的心、如今又發生.你們向來就思念我、只是沒得機會。

歌羅西書 1:7 καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ,
正如你們從我們所親愛、一同作僕人的以巴弗所學的.他爲我們(有古卷作你們)作了基督忠心的執事.

歌羅西書 1:9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
因此、我們自從聽見的日子、也就爲你們不住的禱告祈求、願你們在一切屬靈的智慧悟性上、滿心知道神的旨意.

歌羅西書 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
現在我爲你們受苦、倒覺歡樂、並且爲基督的身體、就是爲教會、要在我肉身上補滿基督患難的缺欠。

歌羅西書 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
現在我爲你們受苦、倒覺歡樂、並且爲基督的身體、就是爲教會、要在我肉身上補滿基督患難的缺欠。

歌羅西書 2:1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
我願意你們曉得我爲你們和老底嘉人、並一切沒有與我親自見面的人、是何等的盡心竭力.

歌羅西書 4:12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
有你們那裏的人、作基督耶穌僕人的以巴弗問你們安。他在禱告之間、常爲你們竭力的祈求、願你們在神一切的旨意上、得以完全、信心充足、能站立得穩。

歌羅西書 4:13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
他爲你們和老底嘉並希拉波立的弟兄、多多的勞苦.這是我可以給他作見證的。

帖撒羅尼迦前書 3:2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
打發我們的兄弟在基督福音上作神執事的提摩太前去、(作神執事的有古卷作與神同工的)堅固你們、並在你們所信的道上勸慰你們.

帖撒羅尼迦後書 1:4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
甚至我們在神的各教會裏爲你們誇口、都因你們在所受的一切逼迫患難中、仍舊存忍耐和信心.

帖撒羅尼迦後書 1:5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
這正是神公義判斷的明證.叫你們可算配得神的國、你們就是爲這國受苦。

帖撒羅尼迦後書 2:1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν,
弟兄們、論到我們主耶穌基督降臨、和我們到他那裏聚集、

提摩太前書 2:1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
我勸你第一要爲萬人懇求、禱告、代求、祝謝.

提摩太前書 2:2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
爲君王和一切在位的也該如此.使我們可以敬虔端正、平安無事的度日。

提摩太前書 2:6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
他捨自己作萬人的贖價.到了時候、這事必證明出來。

提多書 2:14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
他爲我們捨了自己、要贖我們脫離一切罪惡、又潔淨我們、特作自己的子民、熱心爲善。

腓利門書 1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
我本來有意將他留下、在我爲福音所受的捆鎖中替你伺候我。

腓利門書 1:16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
不再是奴僕、乃是高過奴僕、是親愛的兄弟、在我實在是如此、何况在你呢。這也不拘是按肉體說、是按主說、

腓利門書 1:21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.
我寫信給你、深信你必順服、知道你所要行的、必過於我所說的。

希伯來書 2:9 τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
惟獨見那成爲比天使小一點的耶穌、(或作惟獨見耶穌暫時比天使小)因爲受死的苦、就得了尊貴榮耀爲冠冕、叫他因着神的恩、爲人人嘗了死味。

希伯來書 4:12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
神的道是活潑的、是有功效的、比一切兩刃的劍更快、甚至魂與靈、骨節與骨髓、都能刺入剖開、連心中的思念和主意、都能辨明。

希伯來書 5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
凡從人間挑選的大祭司、是奉派替人辦理屬神的事、爲要獻上禮物、和贖罪祭.(或作要爲罪獻上禮物和祭物)

希伯來書 5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
凡從人間挑選的大祭司、是奉派替人辦理屬神的事、爲要獻上禮物、和贖罪祭.(或作要爲罪獻上禮物和祭物)

希伯來書 6:20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
作先鋒的耶穌、旣照着麥基洗德的等次、成了永遠的大祭司、就爲我們進入幔內。

希伯來書 7:25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
凡靠着他進到神面前的人、他都能拯救到底.因爲他是長遠活着、替他們祈求。

希伯來書 7:27 ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)·
他不像那些大祭司、每日必須先爲自己的罪、後爲百姓的罪獻祭、因爲他只一次將自己獻上、就把這事成全了。

希伯來書 9:7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
至於第二層帳幕、惟有大祭司一年一次獨自進去、沒有不帶着血、爲自己和百姓的過錯獻上.

希伯來書 9:24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
因爲基督並不是進了人手所造的聖所、(這不過是眞聖所的影像)乃是進了天堂、如今爲我們顯在神面前.

希伯來書 10:12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
但基督獻了一次永遠的贖罪祭、就在神的右邊坐下了.

希伯來書 13:17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
你們要依從那些引導你們的、且要順服.因他們爲你們的靈魂時刻儆醒、好像那將來交帳的人.你們要使他們交的時候有快樂、不至憂愁.若憂愁就與你們無益了。

雅各書 5:16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
所以你們要彼此認罪、互相代求、使你們可以得醫治。義人祈禱所發的力量、是大有功效的。

彼得前書 2:21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
你們蒙召原是爲此.因基督也爲你們受過苦、給你們留下榜樣、叫你們跟隨他的脚蹤行.

彼得前書 3:18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
因基督也曾一次爲罪受苦、(受苦有古卷作受死)就是義的代替不義的、爲要引我們到神面前.按着肉體說他被治死.按着靈性說他復活了。

約翰一書 3:16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.
主爲我們捨命、我們從此就知道何爲愛.我們也當爲弟兄捨命。

約翰一書 3:16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.
主爲我們捨命、我們從此就知道何爲愛.我們也當爲弟兄捨命。

約翰三書 1:7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
因他們是爲主的名(原文作那名)出外、對於外邦人一無所取。

← 上一頁