πούς 腳、受完全控制、服在腳下
Strong G4228・名詞・新約出現 93 次・英文:the foot
中文義項
- 腳:腳踝下方的部分,是人或動物用以站立和移動的肢體(78 次)
- 非常好客地接待:(習語,直譯:洗腳;源自為進入家中的客人洗腳的習慣)對某人表示真誠和親切的款待(1 次)
- 謙卑地行事:(習語,直譯:洗腳)通過做卑微的事情來表示謙卑(3 次)
- 交給;交由某人處置;放在……腳前:(習語,直譯:放在某人腳前)把某物交給具有優越地位或身分的人(3 次)
- 生活;行事;正確地行事:(習語,直譯:為了雙腳把車輪的軌道修直)生活或行為嚴格遵守預先決定的行為模式(1 次)
- 受完全控制;服在腳下:(習語,直譯:在……腳下,和:腳凳)受某人完全控制(13 次)
the foot.
字形
- πόδας 名詞 直接受格 複數 陽性(55 次)
- ποδῶν 名詞 所有格 複數 陽性(19 次)
- πόδες 名詞 主格 複數 陽性(7 次)
- πόδα 名詞 直接受格 單數 陽性(3 次)
- ποσὶν 名詞 間接受格 複數 陽性(3 次)
- πούς 名詞 主格 單數 陽性(3 次)
- ποσίν 名詞 間接受格 複數 陽性(2 次)
- ποδός 名詞 所有格 單數 陽性(1 次)
出處(第 2 / 2 頁)
使徒行傳 4:35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
照各人所需用的、分給各人。
使徒行傳 4:37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
他有田地、也賣了、把價銀拿來、放在使徒脚前。
使徒行傳 5:2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
把價銀私自留下幾分、他的妻子也知道、其餘的幾分、拿來放在使徒脚前。
使徒行傳 5:9 ὁ δὲ Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
彼得說、你們爲甚麼同心試探主的靈呢.埋葬你丈夫之人的脚、已到門口、他們也要把你抬出去。
使徒行傳 5:10 ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
婦人立刻仆倒在彼得脚前、斷了氣.那些少年人進來、見他已經死了、就抬出去、埋在他丈夫旁邊。
使徒行傳 7:5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
在這地方神並沒有給他產業、連立足之地也沒有給他.但應許要將這地賜給他和他的後裔爲業.那時他還沒有兒子。
使徒行傳 7:33 εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
主對他說、『把你脚上的鞋脫下來.因爲你所站之地是聖地。
使徒行傳 7:49 Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
『主說、天是我的座位、地是我的脚凳.你們要爲我造何等的殿宇、那裏是我安息的地方呢.
使徒行傳 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
把他推到城外、用石頭打他.作見證的人、把衣裳放在一個少年人名叫掃羅的脚前。
使徒行傳 10:25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
彼得一進去、哥尼流就迎接他、俯伏在他脚前拜他。
使徒行傳 13:25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν· Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
約翰將行盡他的程途說、你們以爲我是誰、我不是基督.只是有一位在我以後來的、我解他脚上的鞋帶、也是不配的。
使徒行傳 13:51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
二人對着衆人跥下脚上的塵土、就往以哥念去了。
使徒行傳 14:8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
路司得城裏坐着一個兩脚無力的人、生來是瘸腿的、從來沒有走過。
使徒行傳 14:10 εἶπεν μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός· καὶ ἥλατο καὶ περιεπάτει.
就大聲說、你起來、兩脚站直。那人就跳起來而且行走。
使徒行傳 16:24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
禁卒領了這樣的命、就把他們下在內監裏、兩脚上了木狗。
使徒行傳 21:11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
到了我們這裏、就拿保羅的腰帶、捆上自己的手脚、說、聖靈說、猶太人在耶路撒冷、要如此捆綁這腰帶的主人、把他交在外邦人手裏。
使徒行傳 22:3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
保羅說、我原是猶太人、生在基利家的大數、長在這城裏、在迦瑪列門下、按着我們祖宗嚴緊的律法受教、熱心事奉神、像你們衆人今日一樣。
使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.
羅馬書 3:15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
殺人流血他們的脚飛跑.
羅馬書 10:15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.
若沒有奉差遣、怎能傳道呢.如經上所記、『報福音傳喜信的人、他們的脚蹤何等佳美。』
羅馬書 16:20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
賜平安的神、快要將撒但踐踏在你們脚下。願我主耶穌基督的恩、常和你們同在。
哥林多前書 12:15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
設若脚說、我不是手、所以不屬乎身子.他不能因此就不屬乎身子。
哥林多前書 12:21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω·
眼不能對手說、我用不着你.頭也不能對脚說、我用不着你。
哥林多前書 15:25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
因爲基督必要作王、等神把一切仇敵、都放在他的脚下。
哥林多前書 15:27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
因爲經上說、『神叫萬物都服在他的脚下。』旣說萬物都服了他、明顯那叫萬物服他的不在其內了。
以弗所書 1:22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
又將萬有服在他的脚下、使他爲教會作萬有之首.
以弗所書 6:15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
又用平安的福音、當作豫備走路的鞋穿在脚上.
提摩太前書 5:10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
又有行善的名聲、就如養育兒女、接待遠人、洗聖徒的脚、救濟遭難的人、竭力行各樣善事。
希伯來書 1:13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
所有的天使、神從來對那一個說、『你坐在我的右邊、等我使你仇敵作你的脚凳。』
希伯來書 2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν τῷ γὰρ ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
叫萬物都服在他的脚下。』旣叫萬物都服他、就沒有剩下一樣不服他的。只是如今我們還不見萬物都服他。
希伯來書 10:13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ,
從此等候他仇敵成了他的脚凳。
希伯來書 12:13 καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
也要爲自己的脚把道路修直了、使瘸子不至歪脚、反得痊愈。(歪脚或作差路)
啟示錄 1:15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένης, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
脚好像在爐中鍛煉光明的銅.聲音如同衆水的聲音。
啟示錄 1:17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
我一看見、就仆倒在他脚前、像死了一樣。他用右手按着我說、不要懼怕.我是首先的、我是末後的、
啟示錄 2:18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
你要寫信給推雅推喇教會的使者、說、那眼目如火燄、脚像光明銅的神之子、說、
啟示錄 3:9 ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
那撒但一會的、自稱是猶太人、其實不是猶太人、乃是說謊話的、我要使他們來在你脚前下拜、也使他們知道我是已經愛你了。
啟示錄 10:1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
我又看見另有一位大力的天使、從天降下、披着雲彩、頭上有虹.臉面像日頭、兩脚像火柱.
啟示錄 10:2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
他手裏拿着小書卷是展開的.他右脚踏海、左脚踏地.
啟示錄 11:11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς·
過了這三天半、有生氣從神那裏進入他們裏面、他們就站起來、看見他們的人甚是害怕。
啟示錄 12:1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
天上現出大異象來.有一個婦人、身披日頭、脚踏月亮、頭戴十二星的冠冕.
啟示錄 13:2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην.
我所看見的獸、形狀像豹、脚像熊的脚、口像獅子的口.那龍將自己的能力、座位、和大權柄、都給了他。
啟示錄 19:10 καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
我就俯伏在他脚前要拜他。他說、千萬不可.我和你並你那些爲耶穌作見證的弟兄同是作僕人的.你要敬拜神.因爲豫言中的靈意、乃是爲耶穌作見證。
啟示錄 22:8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
這些事是我約翰所聽見所看見的.我旣聽見看見了、就在指示我的天使脚前俯伏要拜他。