γῆ 大地、世界、泥土
Strong G1093・名詞・新約出現 248 次・英文:the earth, soil, land
中文義項
- 大地;世界:人類居住的地面,對比於上面的天空和下面的世界(140 次)
- 陸地:旱地,對比於海(26 次)
- 泥土;土地:土地鬆軟的頂層,植物在這裏生長,通常呈黑色、棕色或紅色,由有機物和礦物顆粒組成(38 次)
- 區域;領土;土地(甚至地區;但這也許會過於確切地暗指政府的行政區):地上某個或某些地區,通常與某一民族或地理中心有關,但不一定構成政府的行政單位(26 次)
- 人;全人類:( γῆ「地球」 的引申喻意)所有住在地上的人(14 次)
- 天地;宇宙:基本固定的短語:天地,相當於一個單一詞項:上帝整體的創造(11 次)
the earth, soil, land, region, country, inhabitants of a region.
字形
- γῆς 名詞 所有格 單數 陰性(135 次)
- γῆν 名詞 直接受格 單數 陰性(76 次)
- γῆ 名詞 主格 單數 陰性(22 次)
- γῇ 名詞 間接受格 單數 陰性(13 次)
- γῆ 名詞 呼格 單數 陰性(1 次)
- Γῆ 名詞 主格 單數 陰性(1 次)
出處(第 3 / 5 頁)
使徒行傳 3:25 ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
你們是先知的子孫、也承受神與你們祖宗所立的約、就是對亞伯拉罕說、地上萬族、都要因你的後裔得福。
使徒行傳 4:24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
他們聽見了、就同心合意的、高聲向神說、主阿、你是造天、地、海、和其中萬物的.
使徒行傳 4:26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
世上的君王一齊起來、臣宰也聚集、要敵擋主、並主的受膏者。(或作基督)』
使徒行傳 7:3 καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
對他說、『你要離開本地和親族、往我所要指示你的地方去。』
使徒行傳 7:3 καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
對他說、『你要離開本地和親族、往我所要指示你的地方去。』
使徒行傳 7:4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
他就離開迦勒底人之地住在哈蘭.他父親死了以後、神使他從那裏搬到你們現在所住之地.
使徒行傳 7:4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
他就離開迦勒底人之地住在哈蘭.他父親死了以後、神使他從那裏搬到你們現在所住之地.
使徒行傳 7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
神說、他的後裔、必寄居外邦、那裏的人、要叫他們作奴僕、苦待他們四百年。
使徒行傳 7:29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
摩西聽見這話就逃走了、寄居於米甸.在那裏生了兩個兒子。
使徒行傳 7:33 εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
主對他說、『把你脚上的鞋脫下來.因爲你所站之地是聖地。
使徒行傳 7:36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
這人領百姓出來、在埃及、在紅海、在曠野、四十年間行了奇事神蹟。
使徒行傳 7:40 εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
對亞倫說、『你且爲我們造些神像、在我們前面引路.因爲領我們出埃及地的那個摩西、我們不知道他遭了甚麼事。』
使徒行傳 7:49 Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
『主說、天是我的座位、地是我的脚凳.你們要爲我造何等的殿宇、那裏是我安息的地方呢.
使徒行傳 8:33 ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
他卑微的時候、人不按公義審判他.(原文作他的審判被奪去)誰能述說他的世代、因爲他的生命從地上奪去。』
使徒行傳 9:4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;
他就仆倒在地、聽見有聲音對他說、掃羅、掃羅、你爲甚麼逼迫我。
使徒行傳 9:8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
掃羅從地上起來、睜開眼睛、竟不能看見甚麼.有人拉他的手、領他進了大馬色.
使徒行傳 10:11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,
看見天開了、有一物降下、好像一塊大布.繫着四角、縋在地上.
使徒行傳 10:12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ.
裏面有地上各樣四足的走獸、和昆蟲、並天上的飛鳥。
使徒行傳 11:6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
我定睛觀看、見內中有地上四足的牲畜、和野獸、昆蟲、並天上的飛鳥。
使徒行傳 13:17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
這以色列民的神、揀選了我們的祖宗、當民寄居埃及的時候、抬舉他們、用大能的手領他們出來。
使徒行傳 13:19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
旣滅了迦南地七族的人、就把那地分給他們爲業。
使徒行傳 13:19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
旣滅了迦南地七族的人、就把那地分給他們爲業。
使徒行傳 13:47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
因爲主曾這樣吩咐我們說、『我已經立你作外邦人的光、叫你施行救恩直到地極。』
使徒行傳 14:15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
諸君、爲甚麼作這事呢.我們也是人、性情和你們一樣.我們傳福音給你們、是叫你們離棄這些虛妄、歸向那創造天、地、海、和其中萬物的永生神。
使徒行傳 17:24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
創造宇宙和其中萬物的神、旣是天地的主、就不住人手所造的殿.
使徒行傳 17:26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
他從一本造出萬族的人、(本有古卷作血脈)住在全地上、並且豫先定準他們的年限、和所住的疆界.
使徒行傳 22:22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
衆人聽他說到這句話、就高聲說、這樣的人、從世上除掉他罷.他是不當活着的。
使徒行傳 26:14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
我們都仆倒在地、我就聽見有聲音、用希伯來話、向我說、掃羅、掃羅、爲甚麼逼迫我.你用脚踢刺是難的。
使徒行傳 27:39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον.
到了天亮、他們不認識那地方、但見一個海灣、有岸可登、就商議能把船攏進去不能。
使徒行傳 27:43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
但百夫長要救保羅、不准他們任意而行、就吩咐會洑水的、跳下水去先上岸.
使徒行傳 27:44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
其餘的人、可以用板子、或船上的零碎東西上岸.這樣、衆人都得了救上了岸。
羅馬書 9:17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
因爲經上有話向法老說、『我將你興起來、特要在你身上彰顯我的權能、並要使我的名傳遍天下。』
羅馬書 9:28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.
因爲主要在世上施行他的話、叫他的話都成全、速速的完結。』
羅馬書 10:18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
但我說、人沒有聽見麼.誠然聽見了.『他們的聲音傳遍天下、他們的言語傳到地極。』
哥林多前書 8:5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
雖有稱爲神的、或在天、或在地.就如那許多的神、許多的主.
哥林多前書 10:26 τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
因爲地和其中所充滿的、都屬乎主。
哥林多前書 15:47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
頭一個人是出於地、乃屬土.第二個人是出於天。
以弗所書 1:10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
要照所安排的、在日期滿足的時候、使天上地上一切所有的、都在基督裏面同歸於一。
以弗所書 3:15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
(天上地上的各(或作全)家、都是從他得名)
以弗所書 4:9 τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
(旣說升上、豈不是先降在地下麼.
以弗所書 6:3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
(併入上節)
歌羅西書 1:16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
因爲萬有都是靠他造的、無論是天上的、地上的、能看見的、不能看見的、或是有位的、主治的、執政的、掌權的、一槪都是藉着他造的、又是爲他造的.
歌羅西書 1:20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς·
旣然藉着他在十字架上所流的血、成就了和平、便藉着他叫萬有、無論是地上的、天上的、都與自己和好了。
歌羅西書 3:2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς,
你們要思念上面的事、不要思念地上的事。
歌羅西書 3:5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
所以要治死你們在地上的肢體.就如淫亂、汚穢、邪情、惡慾、和貪婪、貪婪就與拜偶像一樣。
希伯來書 1:10 καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
又說、『主阿、你起初立了地的根基、天也是你手所造的.
希伯來書 6:7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
就如一塊田地、喫過屢次下的雨水、生長菜蔬合乎耕種的人用、就從神得福.
希伯來書 8:4 εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα·
他若在地上、必不得爲祭司、因爲已經有照律法獻禮物的祭司。
希伯來書 8:9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.
不像我拉着他們祖宗的手、領他們出埃及的時候、與他們所立的約.因爲他們不恆心守我的約、我也不理他們.這是主說的。』
希伯來書 11:9 πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
他因着信、就在所應許之地作客、好像在異地居住帳棚、與那同蒙一個應許的以撒、雅各一樣。