δύναμις 能力、力量、異能
Strong G1411・名詞・新約出現 119 次・英文:might, power, marvelous works
中文義項
- 能力:做某一特定活動或經歷一些事情的能力(6 次)
- 能力;力量:在執行某種功能時施加力量的潛力(81 次)
- 異能;奇蹟;神蹟;奇事:彰顯大能力的行為,暗示涉及超自然的力量(25 次)
- 統治者;有能者:有統治能力的人(2 次)
- 執政者;掌權者;有能者;統治者;邪惡勢力:(超自然掌權者的頭銜)一種超自然的力量,在控制人類的命運和活動上發揮一定作用(10 次)
- 意義;目的:一個字或一句話的含義或意義(1 次)
(a) physical power, force, might, ability, efficacy, energy, meaning (b) plur: powerful deeds, deeds showing (physical) power, marvelous works.
字形
- δύναμιν 名詞 直接受格 單數 陰性(31 次)
- δυνάμει 名詞 間接受格 單數 陰性(26 次)
- δυνάμεως 名詞 所有格 單數 陰性(21 次)
- δυνάμεις 名詞 主格 複數 陰性(13 次)
- δύναμις 名詞 主格 單數 陰性(12 次)
- δυνάμεις 名詞 直接受格 複數 陰性(6 次)
- δυνάμεων 名詞 所有格 複數 陰性(3 次)
- δύναμίν 名詞 直接受格 單數 陰性(2 次)
- δυνάμεσιν 名詞 間接受格 複數 陰性(2 次)
- δυνάμεσι 名詞 間接受格 複數 陰性(1 次)
- Δύναμις 名詞 主格 單數 陰性(1 次)
- Δυνάμεις 名詞 直接受格 複數 陰性(1 次)
出處(第 1 / 3 頁)
馬太福音 7:22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
當那日必有許多人對我說、主阿、主阿、我們不是奉你的名傳道、奉你的名趕鬼、奉你的名行許多異能麼。
馬太福音 11:20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
耶穌在諸城中行了許多異能、那些城的人終不悔改、就在那時候責備他們說、
馬太福音 11:21 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
哥拉汛哪、你有禍了、伯賽大阿、你有禍了、因爲在你們中間所行的異能、若行在推羅西頓、他們早已披麻蒙灰悔改了。
馬太福音 11:23 καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
迦百農阿你已經升到天上.(或作你將要升到天上麼)將來必墜落陰間.因爲在你那裏所行的異能、若行在所多瑪、他還可以存到今日.
馬太福音 13:54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
來到自己的家鄉、在會堂裏教訓人、甚至他們都希奇、說、這人從那裏有這等智慧、和異能呢。
馬太福音 13:58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
耶穌因爲他們不信、就在那裏不多行異能了。
馬太福音 14:2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
就對臣僕說、這是施洗的約翰從死裏復活、所以這些異能從他裏面發出來。
馬太福音 22:29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
耶穌回答說、你們錯了.因爲不明白聖經、也不曉得神的大能。
馬太福音 24:29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
那些日子的災難一過去、日頭就變黑了、月亮也不放光、衆星要從天上墜落、天勢都要震動。
馬太福音 24:30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
那時、人子的兆頭要顯在天上、地上的萬族都要哀哭.他們要看見人子、有能力、有大榮耀、駕着天上的雲降臨。
馬太福音 25:15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
按着各人的才幹、給他們銀子.一個給了五千、一個給了二千、一個給了一千.就往外國去了。
馬太福音 26:64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
耶穌對他說、你說的是.然而我告訴你們、後來你們要看見人子、坐在那權能者的右邊、駕着天上的雲降臨。
馬可福音 5:30 καὶ εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων;
耶穌頓時心裏覺得有能力從自己身上出去、就在衆人中間轉過來、說、誰摸我的衣裳。
馬可福音 6:2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
到了安息日、他在會堂裏教訓人.衆人聽見、就甚希奇、說、這人從那裏有這些事呢、所賜給他的是甚麼智慧、他手所作的是何等的異能呢。
馬可福音 6:5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·
耶穌就在那裏不得行甚麼異能、不過按手在幾個病人身上、治好他們。
馬可福音 6:14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ·
耶穌的名聲傳揚出來.希律王聽見了、就說、施洗的約翰從死裏復活了、所以這些異能由他裏面發出來。
馬可福音 9:1 καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
耶穌又對他們說、我實在告訴你們、站在這裏的、有人在沒嘗死味以前、必要看見神的國大有能力臨到。
馬可福音 9:39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
耶穌說、不要禁止他.因爲沒有人奉我名行異能、反倒輕易毀謗我。
馬可福音 12:24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
耶穌說、你們所以錯了、豈不是因爲不明白聖經、不曉得神的大能麼。
馬可福音 13:25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
衆星要從天上墜落、天勢都要震動。
馬可福音 13:26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·
那時他們(馬太二十四章三十節作地上的萬族)要看見人子有大能力、大榮耀、駕雲降臨。
馬可福音 14:62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
耶穌說、我是.你們必看見人子、坐在那權能者的右邊、駕着天上的雲降臨。
路加福音 1:17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
他必有以利亞的心志能力、行在主的前面、叫爲父的心轉向兒女、叫悖逆的人轉從義人的智慧.又爲主豫備合用的百姓。
路加福音 1:35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ·
天使回答說、聖靈要臨到你身上、至高者的能力要蔭庇你.因此所要生的聖者、必稱爲神的兒子。(或作所要生的必稱爲聖稱爲神的兒子)
路加福音 4:14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
耶穌滿有聖靈的能力回到加利利、他的名聲就傳徧了四方。
路加福音 4:36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
衆人都驚訝、彼此對問說、這是甚麼道理呢.因爲他用權柄能力吩咐汚鬼、汚鬼就出來。
路加福音 5:17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
有一天耶穌教訓人、有法利賽人和教法師在旁邊坐着、他們是從加利利各鄉村和猶太並耶路撒冷來的.主的能力與耶穌同在、使他能醫治病人。
路加福音 6:19 καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
衆人都想要摸他.因爲有能力從他身上發出來、醫好了他們。
路加福音 8:46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.
耶穌說、總有人摸我.因我覺得有能力從我身上出去。
路加福音 9:1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
耶穌叫齊了十二個門徒、給他們能力權柄、制伏一切的鬼、醫治各樣的病。
路加福音 10:13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
哥拉汛哪、你有禍了.伯賽大阿、你有禍了.因爲在你們中間所行的異能、若行在推羅西頓、他們早已披麻蒙灰坐在地上悔改了。
路加福音 10:19 ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
我已經給你們權柄、可以踐踏蛇和蠍子、又勝過仇敵一切的能力、斷沒有甚麼能害你們。
路加福音 19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
將近耶路撒冷、正下橄欖山的時候、衆門徒因所見過的一切異能、都歡樂起來、大聲讚美神、
路加福音 21:26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
天勢都要震動.人想起那將要臨到世界的事、就都嚇得魂不附體。
路加福音 21:27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
那時、他們要看見人子、有能力、有大榮耀、駕雲降臨。
路加福音 22:69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
從今以後、人子要坐在神權能的右邊。
路加福音 24:49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
我要將我父所應許的降在你們身上.你們要在城裏等候、直到你們領受從上頭來的能力。
使徒行傳 1:8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
但聖靈降臨在你們身上、你們就必得着能力.並要在耶路撒冷、猶太全地、和撒瑪利亞、直到地極、作我的見證。
使徒行傳 2:22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,
以色列人哪、請聽我的話.神藉着拿撒勒人耶穌、在你們中間施行異能奇事神蹟、將他證明出來、這是你們自己知道的。
使徒行傳 3:12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
彼得看見、就對百姓說、以色列人哪、爲甚麼把這事當作希奇呢.爲甚麼定睛看我們、以爲我們憑自己的能力和虔誠、使這人行走呢。
使徒行傳 4:7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
叫使徒站在當中、就問他們說、你們用甚麼能力、奉誰的名、作這事呢。
使徒行傳 4:33 καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
使徒大有能力、見證主耶穌復活.衆人也都蒙大恩。
使徒行傳 6:8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
司提反滿得恩惠能力、在民間行了大奇事和神蹟。
使徒行傳 8:10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ καλουμένη Μεγάλη.
無論大小、都聽從他、說、這人就是那稱爲神的大能者。
使徒行傳 8:13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
西門自己也信了.旣受了洗、就常與腓利在一處.看見他所行的神蹟和大異能、就甚驚奇。
使徒行傳 10:38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ’ αὐτοῦ·
神怎樣以聖靈和能力、膏拿撒勒人耶穌、這都是你們知道的.他周流四方行善事、醫好凡被魔鬼壓制的人.因爲神與他同在。
使徒行傳 19:11 Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
神藉保羅的手、行了些非常的奇事.
羅馬書 1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
按聖善的靈說、因從死裏復活、以大能顯明是神的兒子。
羅馬書 1:16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
我不以福音爲恥.這福音本是神的大能、要救一切相信的、先是猶太人、後是希利尼人。
羅馬書 1:20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους,
自從造天地以來、神的永能和神性是明明可知的、雖是眼不能見、但藉着所造之物、就可以曉得、叫人無可推諉.