καρδία 心、內心、心裏

Strong G2588・名詞・新約出現 156 次・英文:the heart, inner life, intention

中文義項

  1. 心;內心;心裏;心意;心志:(καρδία「心」的引申喻意,原義沒有出現在新約中)一個人心理生活各個方面的成因來源,但特別強調思想方面(143 次)
  2. 深處;內部深處:(καρδία「心」的引申喻意,原義沒有出現在新約中)較大區域之內很深處的位置(1 次)
  3. 受到極大的困擾;極度苦惱:(習語,直譯:刺穿心臟)經歷劇烈的情緒痛苦,暗示同時有憂慮和遺憾(1 次)
  4. 有信心;放心;安心:(習語,直譯:說服內心)在可能引起沮喪或恐懼的處境中表現出安心和確信(1 次)
  5. 封閉人的頭腦;使人無法學習:(習語,直譯:使心臟殘廢)使人不願意學習(1 次)
  6. 表示喜愛;敞開心扉:(習語,直譯:擴闊心胸)表明自己喜愛某人(1 次)
  7. 使認為;填滿內心;使決定:(習語,直譯:充滿心裏,和:投進心裏)使某人用特定的方式來思考,通常作為引入某種行為的手段(3 次)
  8. 使自己的心清潔;內心得以潔淨;清潔的:(習語,直譯:心裏面被噴灑)得以潔淨脫離道德上的敗壞(1 次)
  9. 使傷心;使人心碎:(習語,直譯:使人心碎)引起極大的悲痛和憂傷(1 次)
  10. 珍藏在心裏;視為珍貴的東西儲存在心裏;下定決心;決定:(習語,直譯:放在心中)把信息存記在頭腦中,暗示該信息是有價值的(4 次)

lit: the heart; mind, character, inner self, will, intention, center.

字形

出處(第 2 / 4 頁)

約翰福音 12:40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
『主叫他們瞎了眼、硬了心、免得他們眼睛看見、心裏明白、回轉過來、我就醫治他們。』

約翰福音 13:2 καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου,
喫晚飯的時候、(魔鬼已將賣耶穌的意思、放在西門的兒子加畧人猶大心裏)

約翰福音 14:1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
你們心裏不要憂愁.你們信神、也當信我。

約翰福音 14:27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.
我留下平安給你們、我將我的平安賜給你們.我所賜的、不像世人所賜的.你們心裏不要憂愁、也不要膽怯。

約翰福音 16:6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
只因我將這事告訴你們、你們就滿心憂愁。

約翰福音 16:22 καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν.
你們現在也是憂愁.但我要再見你們、你們的心就喜樂了.這喜樂、也沒有人能奪去。

使徒行傳 2:26 διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι·
所以我心裏歡喜、我的靈(原文作舌)快樂.並且我的肉身要安居在指望中.

使徒行傳 2:37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
衆人聽見這話、覺得扎心、就對彼得和其餘的使徒說、弟兄們、我們當怎樣行。

使徒行傳 2:46 καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
他們天天同心合意恆切的在殿裏、且在家中擘餅、存着歡喜誠實的心用飯、

使徒行傳 4:32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά.
那許多信的人、都是一心一意的、沒有一人說、他的東西有一樣是自己的、都是大家公用。

使徒行傳 5:3 εἶπεν δὲ ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
彼得說、亞拿尼亞爲甚麼撒但充滿了你的心、叫你欺哄聖靈、把田地的價銀私自留下幾分呢.

使徒行傳 5:4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
田地還沒有賣、不是你自己的麼.旣賣了、價銀不是你作主麼.你怎麼心裏起這意念呢.你不是欺哄人、是欺哄神了。

使徒行傳 7:23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
他將到四十歲、心中起意、去看望他的弟兄以色列人.

使徒行傳 7:39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
我們的祖宗不肯聽從、反棄絕他、心裏歸向埃及、

使徒行傳 7:51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
你們這硬着頸項、心與耳未受割禮的人、常時抗拒聖靈.你們的祖宗怎樣、你們也怎樣。

使徒行傳 7:54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν.
衆人聽見這話、就極其惱怒、向司提反咬牙切齒。

使徒行傳 8:21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ.
你在這道上、無分無關.因爲在神面前、你的心不正。

使徒行傳 8:22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
你當懊悔你這罪惡、祈求主.或者你心裏的意念可得赦免。

使徒行傳 11:23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ,
他到了那裏、看見神所賜的恩就歡喜、勸勉衆人、立定心志、恆久靠主。

使徒行傳 13:22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
旣廢了掃羅、就選立大衞作他們的王.又爲他作見證說、『我尋得耶西的兒子大衞、他是合我心意的人、凡事要遵行我的旨意。』

使徒行傳 14:17 καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
然而爲自己未嘗不顯出證據來、就如常施恩惠、從天降雨、賞賜豐年、叫你們飲食飽足、滿心喜樂。

使徒行傳 15:9 καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
又藉着信潔淨了他們的心、並不分他們我們。

使徒行傳 16:14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
有一個賣紫色布疋的婦人、名叫呂底亞、是推雅推喇城的人、素來敬拜神.他聽見了、主就開導他的心、叫他留心聽保羅所講的話。

使徒行傳 21:13 τότε ἀπεκρίθη ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.
保羅說、你們爲甚麼這樣痛哭、使我心碎呢.我爲主耶穌的名、不但被人捆綁、就是死在耶路撒冷、也是願意的。

使徒行傳 28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓、油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。』

使徒行傳 28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓、油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。』

羅馬書 1:21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
因爲他們雖然知道神、卻不當作神榮耀他、也不感謝他.他們的思念變爲虛妄、無知的心就昏暗了.

羅馬書 1:24 Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,
所以神任憑他們、逞着心裏的情慾行汚穢的事、以致彼此玷辱自己的身體。

羅馬書 2:5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ,
你竟任着你剛硬不悔改的心、爲自己積蓄忿怒、以致神震怒、顯他公義審判的日子來到。

羅馬書 2:15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
這是顯出律法的功用刻在他們心裏、他們是非之心同作見證、並且他們的思念互相較量、或以爲是、或以爲非)

羅馬書 2:29 ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ.
惟有裏面作的、纔是眞猶太人.眞割禮也是心裏的、在乎靈不在乎儀文.這人的稱讚、不是從人來的、乃是從神來的。

羅馬書 5:5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
盼望不至於羞恥.因爲所賜給我們的聖靈、將神的愛澆灌在我們心裏。

羅馬書 6:17 χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς,
感謝神、因爲你們從前雖然作罪的奴僕、現今卻從心裏順服了所傳給你們道理的模範。

羅馬書 8:27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
鑒察人心的、曉得聖靈的意思.因爲聖靈照着神的旨意替聖徒祈求。

羅馬書 9:2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου·
我是大有憂愁、心裏時常傷痛。

羅馬書 10:1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
弟兄們、我心裏所願的、向神所求的、是要以色列人得救。

羅馬書 10:6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·
惟有出於信心的義如此說、『你不要心裏說、誰要升到天上去呢.就是要領下基督來.

羅馬書 10:8 ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
他到底怎麼說呢.他說、『這道離你不遠、正在你口裏、在你心裏。』就是我們所傳信主的道。

羅馬書 10:9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
你若口裏認耶穌爲主、心裏信神叫他從死裏復活、就必得救.

羅馬書 10:10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·
因爲人心裏相信、就可以稱義.口裏承認、就可以得救。

羅馬書 16:18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
因爲這樣的人不服事我們的主基督、只服事自己的肚腹.用花言巧語、誘惑那些老實人的心。

哥林多前書 2:9 ἀλλὰ καθὼς γέγραπται· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
如經上所記、『神爲愛他的人所豫備的、是眼睛未曾看見、耳朶未曾聽見、人心也未曾想到的。』

哥林多前書 4:5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
所以時候未到、甚麼都不要論斷、只等主來、他要照出暗中的隱情、顯明人心的意念。那時各人要從神那裏得着稱讚。

哥林多前書 7:37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει·
倘若人心裏堅定、沒有不得已的事、並且由得自己作主、心裏又決定了留下女兒不出嫁、如此行也好。

哥林多前書 7:37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει·
倘若人心裏堅定、沒有不得已的事、並且由得自己作主、心裏又決定了留下女兒不出嫁、如此行也好。

哥林多前書 14:25 τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
他心裏的隱情顯露出來、就必將臉伏地、敬拜神、說神眞是在你們中間了。

哥林多後書 1:22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
他又用印印了我們、並賜聖靈在我們心裏作憑據。(原文作質)

哥林多後書 2:4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
我先前心裏難過痛苦、多多的流淚、寫信給你們.不是叫你們憂愁、乃是叫你們知道我格外的疼愛你們。

哥林多後書 3:2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
你們就是我們的薦信、寫在我們的心裏、被衆人所知道所念誦的。

哥林多後書 3:3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.
你們明顯是基督的信、藉着我們修成的.不是用墨寫的、乃是用永生神的靈寫的.不是寫在石版上、乃是寫在心版上。

← 上一頁 下一頁 →