ἀπόστολος 使徒、特別信使、使者
Strong G652・名詞・新約出現 79 次・英文:an apostle, a messenger, an envoy, a delegate
中文義項
- 使徒;特別信使:履行特派信使職責的人(通常僅指直接跟隨耶穌基督的信徒,但也會延伸指其他積極傳揚福音信息的早期基督徒,如保羅)(76 次)
- 使者;信使:(ἀποστέλλω「傳達消息」 的衍生詞)被差遣去傳達消息的人(4 次)
a messenger, envoy, delegate, one commissioned by another to represent him in some way, especially a man sent out by Jesus Christ Himself to preach the Gospel; an apostle.
字形
- ἀποστόλων 名詞 所有格 複數 陽性(22 次)
- ἀπόστολος 名詞 主格 單數 陽性(18 次)
- ἀπόστολοι 名詞 主格 複數 陽性(16 次)
- ἀποστόλους 名詞 直接受格 複數 陽性(14 次)
- ἀποστόλοις 名詞 間接受格 複數 陽性(6 次)
- ἀπόστολον 名詞 直接受格 單數 陽性(2 次)
- ἀποστόλου 名詞 所有格 單數 陽性(1 次)
出處(第 1 / 2 頁)
馬太福音 10:2 τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
這十二使徒的名、頭一個叫西門、又稱彼得、還有他兄弟安得烈.西庇太的兒子雅各、和雅各的兄弟約翰.
馬可福音 6:30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
使徒聚集到耶穌那裏、將一切所作的事、所傳的道、全告訴他。
路加福音 6:13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,
到了天亮、叫他的門徒來.就從他們中間挑選十二個人、稱他們爲使徒.
路加福音 9:10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
使徒回來、將所作的事告訴耶穌.耶穌就帶他們暗暗的離開那裏、往一座城去、那城名叫伯賽大。
路加福音 11:49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν,
所以神用智慧曾說、(用智慧或作的智者)我要差遣先知和使徒、到他們那裏去.有的他們要殺害、有的他們要逼迫。
路加福音 17:5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.
使徒對主說、求主加增我們的信心。
路加福音 22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
時候到了、耶穌坐席、使徒也和他同坐。
路加福音 24:10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
那告訴使徒的、就是抹大拉的馬利亞、和約亞拿、並雅各的母親馬利亞、還有與他們在一處的婦女。
約翰福音 13:16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
我實實在在的告訴你們、僕人不能大於主人、差人也不能大於差他的人。
使徒行傳 1:2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
直到他藉着聖靈、吩咐所揀選的使徒、以後被接上升的日子爲止。
使徒行傳 1:26 καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
於是衆人爲他們搖籤、搖出馬提亞來.他就和十一個使徒同列。
使徒行傳 2:37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
衆人聽見這話、覺得扎心、就對彼得和其餘的使徒說、弟兄們、我們當怎樣行。
使徒行傳 2:42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
都恆心遵守使徒的教訓、彼此交接、擘餅、祈禱。
使徒行傳 2:43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
衆人都懼怕.使徒又行了許多奇事神蹟。
使徒行傳 4:33 καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
使徒大有能力、見證主耶穌復活.衆人也都蒙大恩。
使徒行傳 4:35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
照各人所需用的、分給各人。
使徒行傳 4:36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
有一個利未人、生在居比路、名叫約瑟、使徒稱他爲巴拿巴。(巴拿巴繙出來、就是勸慰子)
使徒行傳 4:37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
他有田地、也賣了、把價銀拿來、放在使徒脚前。
使徒行傳 5:2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
把價銀私自留下幾分、他的妻子也知道、其餘的幾分、拿來放在使徒脚前。
使徒行傳 5:12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος·
主藉使徒的手、在民間行了許多神蹟奇事、(他們(或作信的人)都同心合意的在所羅門的廊下。
使徒行傳 5:18 καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
就下手拿住使徒、收在外監。
使徒行傳 5:29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
彼得和衆使徒回答說、順從神、不順從人、是應當的。
使徒行傳 5:40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν.
公會的人聽從了他、便叫使徒來、把他們打了、又吩咐他們不可奉耶穌的名講道、就把他們釋放了。
使徒行傳 6:6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
叫他們站在使徒面前.使徒禱告了、就按手在他們頭上。
使徒行傳 8:1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
從這日起、耶路撒冷的教會、大遭逼迫.除了使徒以外、門徒都分散在猶太和撒瑪利亞各處。
使徒行傳 8:14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
使徒在耶路撒冷、聽見撒瑪利亞人領受了神的道、就打發彼得約翰往他們那裏去。
使徒行傳 8:18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
西門看見使徒按手、便有聖靈賜下.就拿錢給使徒、
使徒行傳 9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
惟有巴拿巴接待他、領去見使徒、把他在路上怎麼看見主、主怎麼向他說話、他在大馬色、怎麼奉耶穌的名放膽傳道、都述說出來。
使徒行傳 11:1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
使徒和在猶太的衆弟兄、聽說外邦人也領受了神的道。
使徒行傳 14:4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
城裏的衆人就分了黨.有附從猶太人的、有附從使徒的。
使徒行傳 14:14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
巴拿巴、保羅、二使徒聽見、就撕開衣裳、跳進衆人中間、喊着說、
使徒行傳 15:2 γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
保羅巴拿巴與他們大大的分爭辯論、衆門徒就定規、叫保羅巴拿巴和本會中幾個人、爲所辯論的、上耶路撒冷去、見使徒和長老。
使徒行傳 15:4 παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν.
到了耶路撒冷、教會和使徒並長老、都接待他們、他們就述說神同他們所行的一切事。
使徒行傳 15:6 Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
使徒和長老、聚會商議這事。
使徒行傳 15:22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
那時、使徒和長老並全教會、定意從他們中間揀選人、差他們和保羅、巴拿巴、同往安提阿去.所揀選的、就是稱呼巴撒巴的猶大、和西拉、這兩個人在弟兄中是作首領的。
使徒行傳 15:23 γράψαντες διὰ χειρὸς αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
於是寫信交付他們、內中說、使徒和作長老的弟兄們、問安提阿、叙利亞、基利家外邦衆弟兄的安。
使徒行傳 16:4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
他們經過各城、把耶路撒冷使徒和長老所定的條規、交給門徒遵守。
羅馬書 1:1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ
耶穌基督的僕人保羅、奉召爲使徒、特派傳神的福音.
羅馬書 11:13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
我對你們外邦人說這話.因我是外邦人的使徒、所以敬重我的職分.(敬重原文作榮耀)
羅馬書 16:7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
又問我親屬與我一同坐監的安多尼古和猶尼亞安.他們在使徒中是有名望的、也是比我先在基督裏。
哥林多前書 1:1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
奉神旨意、蒙召作耶穌基督使徒的保羅、同兄弟所提尼、
哥林多前書 4:9 δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
我想神把我們使徒明明列在末後、好像定死罪的囚犯.因爲我們成了一臺戲、給世人和天使觀看。
哥林多前書 9:1 Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
我不是自由的麼.我不是使徒麼.我不是見過我們的主耶穌麼.你們不是我在主裏面所作之工麼。
哥林多前書 9:2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
假若在別人我不是使徒、在你們我總是使徒.因爲你們在主裏正是我作使徒的印證。
哥林多前書 9:5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
難道我們沒有權柄娶信主的姊妹爲妻、帶着一同往來、彷彿其餘的使徒、和主的弟兄、並磯法一樣麼。
哥林多前書 12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教會所設立的、第一是使徒.第二是先知.第三是教師.其次是行異能的.再次是得恩賜醫病的.幫助人的.治理事的.說方言的。
哥林多前書 12:29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
豈都是使徒麼.豈都是先知麼.豈都是教師麼.豈都是行異能的麼.
哥林多前書 15:7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
以後顯給雅各看.再顯給衆使徒看.
哥林多前書 15:9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
我原是使徒中最小的、不配稱爲使徒、因爲我從前逼迫神的教會。
哥林多前書 15:9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
我原是使徒中最小的、不配稱爲使徒、因爲我從前逼迫神的教會。