ἀπό 從……、離……、從
Strong G575・介系詞・新約出現 644 次・英文:from, away from
中文義項
- 從……;離……:表示分離關係,暗示與前一個聯繫斷絕(114 次)
- 從;藉:用於標記一件隱含事件的來源(79 次)
- 從……;離……:從某個源頭延伸出來(179 次)
- ……之一;……的一部分;一部分;其中一個:表示整體中的一部分的標記,可以是可數或不可數的東西(17 次)
- 由……組成;出於;由……做成:表示組成或做成某物的物質(3 次)
- 藉;從:用於標記也可被視為來源的施事者(30 次)
- 藉;從:用於標記作為信息或推理來源的工具(6 次)
- 自從;自;從;……以來:一個時間標記,表示從過去的一個時間點開始的一段時間(70 次)
- 因為;由於:表示原因或理由,重點在於源頭(22 次)
- 藉;(根據);在……之上:用於標記一個對事件或狀態負責的人(8 次)
- 是……的一部分;作為……的一部分;部分;部分的:(習語,直譯:從一部分)是某事物的一部分的狀態(4 次)
- 短時間;短暫;暫時;一會兒;一些時候:(習語,直譯:從一個部分)形容相對較短的一段時間,強調事件或狀態的短暫性(2 次)
- 一個接一個;一個一個地;逐個:(習語,直譯:從一)單個項目組成的序列,一個接一個(1 次)
- 歷代以來;從萬世以來;從創世以來;歷世歷代:一段極其長久的時間,從假定的開始一直到現在(2 次)
- 脫離……進入;從……到;為要;變成:改變狀態的標誌(3 次)
- 很久以前;早已;前些時候:(習語,直譯:從古時的日子)在另一個時間點之前的一個時間點,兩者之間的間隔相當長(1 次)
from, away from.
字形
- ἀπὸ 介系詞(466 次)
- ἀπ’ 介系詞(124 次)
- ἀφ’ 介系詞(43 次)
- Ἀπὸ 介系詞(10 次)
- ἀπό 介系詞(1 次)
出處(第 10 / 13 頁)
羅馬書 7:2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
就如女人有了丈夫、丈夫還活着、就被律法約束.丈夫若死了、就脫離了丈夫的律法。
羅馬書 7:3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
所以丈夫活着、他若歸於別人、便叫淫婦.丈夫若死了、他就脫離了丈夫的律法、雖然歸於別人、也不是淫婦。
羅馬書 7:6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
但我們旣然在捆我們的律法上死了、現今就脫離了律法.叫我們服事主、要按着心靈的新樣、不按着儀文的舊樣。(心靈或作聖靈)
羅馬書 8:2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
因爲賜生命聖靈的律、在基督耶穌裏釋放了我、使我脫離罪和死的律了。
羅馬書 8:21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.
但受造之物仍然指望脫離敗壞的轄制、得享神兒女自由的榮耀。(享原文作入)
羅馬書 8:35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
誰能使我們與基督的愛隔絕呢.難道是患難麼、是困苦麼、是逼迫麼、是飢餓麼、是赤身露體麼、是危險麼、是刀劍麼。
羅馬書 8:39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
是高處的、是低處的、是別的受造之物、都不能叫我們與神的愛隔絕.這愛是在我們的主基督耶穌裏的。
羅馬書 9:3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
爲我弟兄、我骨肉之親、就是自己被咒詛、與基督分離、我也願意。
羅馬書 11:25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
弟兄們、我不願意你們不知道這奧祕、(恐怕你們自以爲聰明)就是以色列人有幾分是硬心的、等到外邦人的數目添滿了.
羅馬書 11:26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
於是以色列全家都要得救、如經上所記、『必有一位救主、從錫安出來、要消除雅各家的一切罪惡。』
羅馬書 15:15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
但我稍微放膽寫信給你們、是要題醒你們的記性、特因神所給我的恩典、
羅馬書 15:19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
甚至我從耶路撒冷、直轉到以利哩古、到處傳了基督的福音。
羅馬書 15:23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν,
但如今在這裏再沒有可傳的地方、而且這好幾年、我切心想望到士班雅去的時候、可以到你們那裏.
羅馬書 15:24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ—
盼望從你們那裏經過、得見你們、先與你們彼此交往、心裏稍微滿足、然後蒙你們送行。
羅馬書 15:31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
叫我脫離在猶太不順從的人、也叫我爲耶路撒冷所辦的捐項、可蒙聖徒悅納.
羅馬書 16:17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν·
弟兄們、那些離間你們、叫你們跌倒、背乎所學之道的人、我勸你們要留意躱避他們。
哥林多前書 1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
願恩惠平安、從神我們的父、並主耶穌基督、歸與你們。
哥林多前書 1:30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
但你們得在基督耶穌裏、是本乎神、神又使他成爲我們的智慧、公義、聖潔、救贖.
哥林多前書 4:5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
所以時候未到、甚麼都不要論斷、只等主來、他要照出暗中的隱情、顯明人心的意念。那時各人要從神那裏得着稱讚。
哥林多前書 6:19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν,
豈不知你們的身子就是聖靈的殿麼.這聖靈是從神而來、住在你們裏頭的.並且你們不是自己的人.
哥林多前書 7:10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—
至於那已經嫁娶的、我吩咐他們、其實不是我吩咐、乃是主吩咐、說、妻子不可離開丈夫。
哥林多前書 7:27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα·
你有妻子纏着呢、就不要求脫離.你沒有妻子纏着呢、就不要求妻子。
哥林多前書 10:14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
我所親愛的弟兄阿、你們要逃避拜偶像的事。
哥林多前書 11:23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον
我當日傳給你們的、原是從主領受的、就是主耶穌被賣的那一夜、拿起餅來、
哥林多前書 14:36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
神的道理、豈是從你們出來麼.豈是單臨到你們麼。
哥林多後書 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
願恩惠平安、從神我們的父和主耶穌基督歸與你們。
哥林多後書 1:14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ.
正如你們已經有幾分認識我們.以我們誇口、好像我們在我們主耶穌的日子、以你們誇口一樣。
哥林多後書 1:16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
也要從你們那裏經過、往馬其頓去、再從馬其頓回到你們那裏、叫你們給我送行往猶太去。
哥林多後書 2:3 καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
我曾把這事寫給你們、恐怕我到的時候、應該叫我快樂的那些人、反倒叫我憂愁.我也深信、你們衆人都以我的快樂爲自己的快樂。
哥林多後書 2:5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.
若有叫人憂愁的、他不但叫我憂愁、也是叫你們衆人有幾分憂愁、我說幾分、恐怕說得太重。
哥林多後書 3:5 οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
並不是我們憑自己能承擔甚麼事、我們所能承擔的、乃是出於神.
哥林多後書 3:18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
我們衆人旣然敞着臉、得以看見主的榮光、好像從鏡子裏返照、就變成主的形狀、榮上加榮、如同從主的靈變成的。
哥林多後書 3:18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
我們衆人旣然敞着臉、得以看見主的榮光、好像從鏡子裏返照、就變成主的形狀、榮上加榮、如同從主的靈變成的。
哥林多後書 5:6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,
所以我們時常坦然無懼、並且曉得我們住在身內便與主相離。
哥林多後書 5:16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
所以我們從今以後、不憑着外貌(原文作肉體本節同)認人了.雖然憑着外貌認過基督、如今卻不再這樣認他了。
哥林多後書 7:1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
親愛的弟兄阿、我們旣有這等應許、就當潔淨自己、除去身體靈魂一切的汚穢、敬畏神、得以成聖。
哥林多後書 7:13 διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
故此我們得了安慰、並且在安慰之中、因你們衆人使提多心裏暢快歡喜、我們就更加歡喜了。
哥林多後書 8:10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
我在這事上把我的意見告訴你們、是與你們有益.因爲你們下手辦這事.而且起此心意、已經有一年了。
哥林多後書 9:2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
因爲我知道你們樂意的心、常對馬其頓人誇獎你們、說亞該亞人豫備好了、已經有一年了.並且你們的熱心激動了許多人。
哥林多後書 11:3 φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν.
我只怕你們的心或偏於邪、失去那向基督所存純一清潔的心、就像蛇用詭詐誘惑了夏娃一樣。
哥林多後書 11:9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
我在你們那裏缺乏的時候、並沒有累着你們一個人.因我所缺乏的、那從馬其頓來的弟兄們都補足了.我向來凡事謹守、後來也必謹守、總不至於累着你們。
哥林多後書 12:8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ·
爲這事、我三次求過主、叫這刺離開我。
加拉太書 1:1 Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
作使徒的保羅、(不是由於人、也不是藉着人、乃是藉着耶穌基督、與叫他從死裏復活的父神)
加拉太書 1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
願恩惠平安、從父神與我們的主耶穌基督、歸與你們。
加拉太書 1:6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
我希奇你們這麼快離開那藉着基督之恩召你們的、去從別的福音.
加拉太書 2:6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι— ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
至於那些有名望的、不論他是何等人、都與我無干.神不以外貌取人.那些有名望的、並沒有加增我甚麼.
加拉太書 2:12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
從雅各那裏來的人、未到以先、他和外邦人一同喫飯.及至他們來到、他因怕奉割禮的人、就退去與外邦人隔開了。
加拉太書 3:2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
我只要問你們這一件、你們受了聖靈、是因行律法呢、是因聽信福音呢。
加拉太書 4:24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ,
這都是比方.那兩個婦人、就是兩約.一約是出於西乃山、生子爲奴、乃是夏甲。
加拉太書 5:4 κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
你們這要靠律法稱義的、是與基督隔絕、從恩典中墜落了。