νεκρός 無生命的、死的、死人
Strong G3498・形容詞・新約出現 128 次・英文:dead, a corpse
中文義項
- 無生命的;死的;死人:死的(117 次)
- 無用的;虛妄的;徒勞的;死的:毫無用處的,意味著完全沒有意義(7 次)
- 不能夠;不起作用的;死的;沒有力量的:形容不能回應任何刺激或執行任何功能(5 次)
(a) adj: dead, lifeless, subject to death, mortal, (b) noun: a dead body, a corpse.
字形
- νεκρῶν 形容詞 所有格 複數 陽性(74 次)
- νεκροὺς 形容詞 直接受格 複數 陽性(13 次)
- νεκροὶ 形容詞 主格 複數 陽性(12 次)
- νεκρὸς 形容詞 主格 單數 陽性(7 次)
- νεκρούς 形容詞 直接受格 複數 陽性(6 次)
- νεκρά 形容詞 主格 單數 陰性(3 次)
- νεκροί 形容詞 主格 複數 陽性(2 次)
- νεκρός 形容詞 主格 單數 陽性(2 次)
- νεκρῶν 形容詞 所有格 複數 中性(2 次)
- νεκροῖς 形容詞 間接受格 複數 陽性(2 次)
- νεκράν 形容詞 直接受格 單數 陰性(1 次)
- νεκρόν 形容詞 直接受格 單數 陽性(1 次)
- νεκρὸν 形容詞 主格 單數 中性(1 次)
- νεκρόν 形容詞 主格 單數 中性(1 次)
- νεκροῦ 形容詞 所有格 單數 陽性(1 次)
出處(第 2 / 3 頁)
使徒行傳 17:31 καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
因爲他已經定了日子、要藉着他所設立的人、按公義審判天下.並且叫他從死裏復活、給萬人作可信的憑據。
使徒行傳 17:32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.
衆人聽見從死裏復活的話、就有譏誚他的.又有人說、我們再聽你講這個罷。
使徒行傳 20:9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
有一個少年人、名叫猶推古、坐在窗臺上、困倦沉睡.保羅講了多時、少年人睡熟了、就從三層樓上掉下去.扶起他來、已經死了。
使徒行傳 23:6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
保羅看出大衆、一半是撒都該人、一半是法利賽人、就在公會中大聲說、弟兄們、我是法利賽人、也是法利賽人的子孫.我現在受審問、是爲盼望死人復活。
使徒行傳 24:21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν.
縱然有、也不過一句話、就是我站在他們中間大聲說、我今日在你們面前受審、是爲死人復活的道理。
使徒行傳 26:8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
神叫死人復活、你們爲甚麼看作不可信的呢。
使徒行傳 26:23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
就是基督必須受害、並且因從死裏復活、要首先把光明的道、傳給百姓和外邦人。
使徒行傳 28:6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
土人想他必要腫起來、或是忽然仆倒死了.看了多時、見他無害、就轉念說、他是個神。
羅馬書 1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
按聖善的靈說、因從死裏復活、以大能顯明是神的兒子。
羅馬書 4:17 καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
亞伯拉罕所信的、是那叫死人復活使無變爲有的神、他在主面前作我們世人的父.如經上所記、『我已經立你作多國的父。』
羅馬書 4:24 ἀλλὰ καὶ δι’ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
也是爲我們將來得算爲義之人寫的.就是我們這信神使我們的主耶穌從死裏復活的人。
羅馬書 6:4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
所以我們藉着洗禮歸入死、和他一同埋葬.原是叫我們一舉一動有新生的樣式、像基督藉着父的榮耀、從死裏復活一樣。
羅馬書 6:9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
因爲知道基督旣從死裏復活、就不再死、死也不再作他的主了。
羅馬書 6:11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ.
這樣、你們向罪也當看自己是死的.向神在基督耶穌裏、卻當看自己是活的。
羅馬書 6:13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.
也不要將你們的肢體獻給罪作不義的器具.倒要像從死裏復活的人、將自己獻給神.並將肢體作義的器具獻給神。
羅馬書 7:4 Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ θεῷ.
我的弟兄們、這樣說來、你們藉着基督的身體、在律法上也是死了.叫你們歸於別人、就是歸於那從死裏復活的、叫我們結果子給神。
羅馬書 7:8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
然而罪趁着機會、就藉着誡命叫諸般的貪心在我裏頭發動.因爲沒有律法罪是死的。
羅馬書 8:10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
基督若在你們心裏、身體就因罪而死、心靈卻因義而活.
羅馬書 8:11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
然而叫耶穌從死裏復活者的靈、若住在你們心裏、那叫基督耶穌從死裏復活的、也必藉着住在你們心裏的聖靈、使你們必死的身體又活過來。
羅馬書 8:11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.
然而叫耶穌從死裏復活者的靈、若住在你們心裏、那叫基督耶穌從死裏復活的、也必藉着住在你們心裏的聖靈、使你們必死的身體又活過來。
羅馬書 10:7 ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
誰要下到陰間去呢.就是要領基督從死裏上來。』
羅馬書 10:9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
你若口裏認耶穌爲主、心裏信神叫他從死裏復活、就必得救.
羅馬書 11:15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
若他們被丟棄、天下就得與神和好、他們被收納、豈不是死而復生麼。
羅馬書 14:9 εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
因此基督死了、又活了、爲要作死人並活人的主。
哥林多前書 15:12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
旣傳基督是從死裏復活了、怎麼在你們中間、有人說沒有死人復活的事呢。
哥林多前書 15:12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
旣傳基督是從死裏復活了、怎麼在你們中間、有人說沒有死人復活的事呢。
哥林多前書 15:13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
若沒有死人復活的事、基督也就沒有復活了。
哥林多前書 15:15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
並且明顯我們是爲神妄作見證的.因我們見證神是叫基督復活了.若死人眞不復活、神也就沒有叫基督復活了。
哥林多前書 15:16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
因爲死人若不復活、基督也就沒有復活了。
哥林多前書 15:20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
但基督已經從死裏復活、成爲睡了之人初熟的果子。
哥林多前書 15:21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
死旣是因一人而來、死人復活也是因一人而來。
哥林多前書 15:29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
不然、那些爲死人受洗的、將來怎樣呢.若死人總不復活、因何爲他們受洗呢.
哥林多前書 15:29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
不然、那些爲死人受洗的、將來怎樣呢.若死人總不復活、因何爲他們受洗呢.
哥林多前書 15:32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
我若當日像尋常人、在以弗所同野獸戰鬬、那於我有甚麼益處呢.若死人不復活、我們就喫喫喝喝罷.因爲明天要死了。
哥林多前書 15:35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;
或有人問、死人怎樣復活.帶着甚麼身體來呢。
哥林多前書 15:42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
死人復活也是這樣.所種的是必朽壞的、復活的是不朽壞的.
哥林多前書 15:52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
就在一霎時、眨眼之間、號筒末次吹響的時候.因號筒要響、死人要復活成爲不朽壞的、我們也要改變。
哥林多後書 1:9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
自己心裏也斷定是必死的、叫我們不靠自己、只靠叫死人復活的神.
加拉太書 1:1 Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
作使徒的保羅、(不是由於人、也不是藉着人、乃是藉着耶穌基督、與叫他從死裏復活的父神)
以弗所書 1:20 ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
就是照他在基督身上、所運行的大能大力、使他從死裏復活、叫他在天上坐在自己的右邊、
以弗所書 2:1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν,
你們死在過犯罪惡之中、他叫你們活過來.
以弗所書 2:5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι—
當我們死在過犯中的時候、便叫我們與基督一同活過來.(你們得救是本乎恩)
以弗所書 5:14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
所以主說、你這睡着的人、當醒過來、從死裏復活、基督就要光照你了。
腓立比書 3:11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.
或者我也得以從死裏復活。
歌羅西書 1:18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
他也是教會全體之首.他是元始、是從死裏首先復生的、使他可以在凡事上居首位。
歌羅西書 2:12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
你們旣受洗與他一同埋葬、也就在此與他一同復活.都因信那叫他從死裏復活神的功用。
歌羅西書 2:13 καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
你們從前在過犯、和未受割禮的肉體中死了、神赦免了你們(或作我們)一切過犯、便叫你們與基督一同活過來.
帖撒羅尼迦前書 1:10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
等候他兒子從天降臨、就是他從死裏復活的、那位救我們脫離將來忿怒的耶穌。
帖撒羅尼迦前書 4:16 ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
因爲主必親自從天降臨、有呼叫的聲音、和天使長的聲音、又有神的號吹響.那在基督裏死了的人必先復活。
提摩太後書 2:8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·
你要記念耶穌基督乃是大衞的後裔.他從死裏復活、正合乎我所傳的福音。