οὕτω(ς) 因此、這樣、照樣
Strong G3779・副詞・新約出現 207 次・英文:thus, so, in this manner
中文義項
- 因此;這樣;照樣:關於前面的(149 次)
- 接下來;以下;如下:這樣:指接下來的事物(14 次)
- 如此;這樣;那麼:相對較高的程度,大概與上下文一致(8 次)
thus, so, in this manner.
字形
- οὕτως 副詞(189 次)
- Οὕτως 副詞(14 次)
- οὕτω 副詞(4 次)
出處(第 2 / 5 頁)
路加福音 12:43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
主人來到、看見僕人這樣行、那僕人就有福了。
路加福音 12:54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
耶穌又對衆人說、你們看見西邊起了雲彩、就說、要下一陣雨.果然就有。
路加福音 14:33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
這樣、你們無論甚麼人、若不撇下一切所有的、就不能作我的門徒。
路加福音 15:7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
我告訴你們、一個罪人悔改、在天上也要這樣爲他歡喜、較比爲九十九個不用悔改的義人、歡喜更大。
路加福音 15:10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
我告訴你們、一個罪人悔改、在神的使者面前、也是這樣爲他歡喜。
路加福音 17:10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
這樣、你們作完了一切所吩咐的、只當說、我們是無用的僕人.所作的本是我們應分作的。
路加福音 17:24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
因爲人子在他降臨的日子、好像閃電、從天這邊一閃、直照到天那邊。
路加福音 17:26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
挪亞的日子怎樣、人子的日子也要怎樣。
路加福音 19:31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
若有人問爲甚麼解他、你們就說、主要用他。
路加福音 21:31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
這樣、你們看見這些事漸漸的成就、也該曉得神的國近了。
路加福音 22:26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν·
但你們不可這樣.你們裏頭爲大的、倒要像年幼的.爲首領的、倒要像服事人的。
路加福音 24:24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
又有我們的幾個人、往墳墓那裏去、所遇見的、正如婦女們所說的、只是沒有看見他。
路加福音 24:46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
又對他們說、照經上所寫的、基督必受害、第三日從死裏復活.
約翰福音 3:8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
風隨着意思吹、你聽見風的響聲、卻不曉得從那裏來、往那裏去.凡從聖靈生的、也是如此。
約翰福音 3:14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
摩西在曠野怎樣舉蛇、人子也必照樣被舉起來.
約翰福音 3:16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον.
神愛世人、甚至將他的獨生子賜給他們、叫一切信他的、不至滅亡、反得永生。
約翰福音 4:6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
在那裏有雅各井。耶穌因走路困乏、就坐在井旁.那時約有午正。
約翰福音 5:21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
父怎樣叫死人起來、使他們活着、子也照樣隨自己的意思使人活着。
約翰福音 5:26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·
因爲父怎樣在自己有生命、就賜給他兒子也照樣在自己有生命.
約翰福音 7:46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.
差役回答說、從來沒有像他這樣說話的。
約翰福音 11:48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
若這樣由着他、人人都要信他.羅馬人也要來奪我們的地土、和我們的百姓。
約翰福音 12:50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.
我也知道他的命令就是永生.故此我所講的話、正是照着父對我所說的。
約翰福音 13:25 ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
那門徒便就勢靠着耶穌的胸膛、問他說、主阿、是誰呢。
約翰福音 14:31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
但要叫世人知道我愛父、並且父怎樣吩咐我、我就怎樣行。起來、我們走罷。
約翰福音 15:4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
你們要常在我裏面、我也常在你們裏面。枝子若不常在葡萄樹上、自己就不能結果子.你們若不常在我裏面、也是這樣。
約翰福音 18:22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
耶穌說了這話、旁邊站着的一個差役、用手掌打他說、你這樣回答大祭司麼。
約翰福音 21:1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
這些事以後、耶穌在提比哩亞海邊、又向門徒顯現.他怎樣顯現記在下面。
使徒行傳 1:11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
加利利人哪、你們爲甚麼站着望天呢.這離開你們被接升天的耶穌、你們見他怎樣往天上去、他還要怎樣來。
使徒行傳 3:18 ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως.
但神曾藉衆先知的口、豫言基督將要受害、就這樣應驗了。
使徒行傳 7:1 Εἶπεν δὲ ὁ ἀρχιερεύς· Εἰ ταῦτα οὕτως ἔχει;
大祭司就說、這些事果然有麼。
使徒行傳 7:6 ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
神說、他的後裔、必寄居外邦、那裏的人、要叫他們作奴僕、苦待他們四百年。
使徒行傳 7:8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
神又賜他割禮的約.於是亞伯拉罕生了以撒、第八日給他行了割禮.以撒生雅各、雅各生十二位先祖。
使徒行傳 8:32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
他所念的那段經、說、『他像羊被牽到宰殺之地、又像羊羔在剪毛的人手下無聲、他也是這樣不開口。
使徒行傳 12:8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν· Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
天使對他說、束上帶子.穿上鞋.他就那樣作.天使又說、披上外衣跟着我來。
使徒行傳 12:15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· Ὁ ἄγγελός ἐστιν αὐτοῦ.
他們說、你是瘋了。使女極力的說、眞是他。他們說、必是他的天使。
使徒行傳 13:8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
只是那行法術的以呂馬、(這名繙出來就是行法術的意思)敵擋使徒、要叫方伯不信眞道。
使徒行傳 13:34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
論到神叫他從死裏復活、不再歸於朽壞、就這樣說、『我必將所應許大衞那聖潔可靠的恩典、賜給你們。』
使徒行傳 13:47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
因爲主曾這樣吩咐我們說、『我已經立你作外邦人的光、叫你施行救恩直到地極。』
使徒行傳 14:1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
二人在以哥念同進猶太人的會堂、在那裏講的叫猶太人、和希利尼人、信的很多。
使徒行傳 17:11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
這地方的人、賢於帖撒羅尼迦的人、甘心領受這道、天天考查聖經、要曉得這道是與不是。
使徒行傳 17:33 οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν·
於是保羅從他們當中出去了。
使徒行傳 19:20 οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
主的道大大興旺而且得勝、就是這樣。
使徒行傳 20:11 ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
保羅又上去、擘餅、喫了、談論許久、直到天亮、這纔走了。
使徒行傳 20:13 Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν.
我們先上船開往亞朔去、意思要在那裏接保羅.因爲他是這樣安排的、他自己打算要步行。
使徒行傳 20:35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
我凡事給你們作榜樣、叫你們知道、應當這樣勞苦、扶助輭弱的人、又當記念主耶穌的話、說、施比受更爲有福。
使徒行傳 21:11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
到了我們這裏、就拿保羅的腰帶、捆上自己的手脚、說、聖靈說、猶太人在耶路撒冷、要如此捆綁這腰帶的主人、把他交在外邦人手裏。
使徒行傳 22:24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
千夫長就吩咐將保羅帶進營樓去、叫人用鞭子拷問他、要知道他們向他這樣喧嚷、是爲甚麼緣故。
使徒行傳 23:11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
當夜、主站在保羅旁邊說、放心罷、你怎樣在耶路撒冷爲我作見證、也必怎樣在羅馬爲我作見證。
使徒行傳 24:9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
衆猶太人也隨着告他說、事情誠然是這樣。
使徒行傳 24:14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις,
但有一件事、我向你承認、就是他們所稱爲異端的道、我正按着那道事奉我祖宗的神、又信合乎律法的、和先知書上一切所記載的.