φυλακή 監牢、監獄、更次

Strong G5438・名詞・新約出現 47 次・英文:a watching, guard, prison, imprisonment

中文義項

  1. 監牢;監獄:拘留關押的地方(38 次)
  2. 崗哨;哨所;警衛崗位:(φυλάσσω「嚴密地守衛」 的衍生詞)守衛站崗的地方或哨所(1 次)
  3. 更次;夜晚的四分之一:夜晚被劃分為四個時間段之一(在這段時間內,一些被指派的人會擔任守望工作)(5 次)
  4. 巢穴;住處:野獸和邪靈居住的地方(3 次)
  5. 防範;把守;看守:對可能發生的事件有所防備(1 次)

a watching, keeping guard; a guard, prison; imprisonment.

字形

出處

馬太福音 5:25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
你同告你的對頭還在路上、就趕緊與他和息.恐怕他把你送給審判官、審判官交付衙役、你就下在監裏了。

馬太福音 14:3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,
起先希律爲他兄弟腓力的妻子希羅底的緣故、把約翰拿住鎖在監裏。

馬太福音 14:10 καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·
於是打發人去、在監裏斬了約翰.

馬太福音 14:25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
夜裏四更天、耶穌在海面上走、往門徒那裏去。

馬太福音 18:30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
他不肯、竟去把他下在監裏、等他還了所欠的債。

馬太福音 24:43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
家主若知道幾更天有賊來、就必儆醒、不容人挖透房屋.這是你們所知道的。

馬太福音 25:36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
我赤身露體、你們給我穿.我病了、你們看顧我.我在監裏、你們來看我。

馬太福音 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
又甚麼時候見你病了、或是在監裏、來看你呢。

馬太福音 25:43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
我作客旅、你們不留我住.我赤身露體、你們不給我穿.我病了、我在監裏、你們不來看顧我。

馬太福音 25:44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
他們也要回答說、主阿、我們甚麼時候見你餓了、或渴了、或作客旅、或赤身露體、或病了、或在監裏、不伺候你呢。

馬可福音 6:17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·
先是希律爲他兄弟腓力的妻子希羅底的緣故、差人去拿住約翰、鎖在監裏.因爲希律已經娶了那婦人。

馬可福音 6:27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
隨卽差一個護衞兵、吩咐拿約翰的頭來.護衞兵就去在監裏斬了約翰、

馬可福音 6:48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς.
看見門徒、因風不順、搖櫓甚苦.夜裏約有四更天、就在海面上走、往他們那裏去、意思要走過他們去.

路加福音 2:8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
在伯利恆之野地裏有牧羊的人、夜間按着更次看守羊羣。

路加福音 3:20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.
又另外添了一件、就是把約翰收在監裏。

路加福音 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
或是二更天來、或是三更天來、看見僕人這樣、那僕人就有福了。

路加福音 12:58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
你同告你的對頭去見官、還在路上、務要盡力的和他了結.恐怕他拉你到官面前、官交付差役、差役把你下在監裏。

路加福音 21:12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
但這一切的事以先、人要下手拿住你們、逼迫你們、把你們交給會堂、並且收在監裏、又爲我的名拉你們到君王諸侯面前。

路加福音 22:33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
彼得說、主阿.我就是同你下監、同你受死、也是甘心。

路加福音 23:19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
這巴拉巴是因在城裏作亂殺人下在監裏的。

路加福音 23:25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
把他們所求的那作亂殺人下在監裏的、釋放了.把耶穌交給他們、任憑他們的意思行。

約翰福音 3:24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
那時約翰還沒有下在監裏。

使徒行傳 5:19 ἄγγελος δὲ κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
但主的使者、夜間開了監門、領他們出來、

使徒行傳 5:22 οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
但差役到了、不見他們在監裏、就回來稟報說、

使徒行傳 5:25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
有一個人來稟報說、你們收在監裏的人、現在站在殿裏教訓百姓。

使徒行傳 8:3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
掃羅卻殘害教會、進各人的家、拉着男女下在監裏。

使徒行傳 12:4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
希律拿了彼得收在監裏、交付四班兵丁看守、每班四個人、意思要在逾越節後、把他提出來、當着百姓辦他.

使徒行傳 12:5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
於是彼得被囚在監裏.教會卻爲他切切的禱告神。

使徒行傳 12:6 Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
希律將要提他出來的前一夜、彼得被兩條鐵鍊鎖着、睡在兩個兵丁當中.看守的人也在門外看守。

使徒行傳 12:10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
過了第一層第二層監牢、就來到臨街的鐵門.那門自己開了。他們出來、走過一條街、天使便離開他去了。

使徒行傳 12:17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
彼得擺手、不要他們作聲、就告訴他們主怎樣領他出監.又說、你們把這事告訴雅各、和衆弟兄.於是出去往別處去了。

使徒行傳 16:23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
打了許多棍、便將他們下在監裏、囑咐禁卒嚴緊看守。

使徒行傳 16:24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
禁卒領了這樣的命、就把他們下在內監裏、兩脚上了木狗。

使徒行傳 16:27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
禁卒一醒、看見監門全開、以爲囚犯已經逃走、就拔刀要自殺。

使徒行傳 16:37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
保羅卻說、我們是羅馬人、並沒有定罪、他們就在衆人面前打了我們、又把我們下在監裏.現在要私下攆我們出去麼、這是不行的.叫他們自己來領我們出去罷。

使徒行傳 16:40 ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
二人出了監、往呂底亞家裏去.見了弟兄們、勸慰他們一番、就走了。

使徒行傳 22:4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
我也曾逼迫奉這道的人、直到死地、無論男女都鎖拿下監。

使徒行傳 26:10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
我在耶路撒冷也曾這樣行了.旣從祭司長得了權柄、我就把許多聖徒囚在監裏.他們被殺、我也出名定案。

哥林多後書 6:5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις,
鞭打、監禁、擾亂、勤勞、儆醒、不食、

哥林多後書 11:23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις·
他們是基督的僕人麼.(我說句狂話)我更是。我比他們多受勞苦、多下監牢、受鞭打是過重的、冒死是屢次有的.

希伯來書 11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
又有人忍受戲弄、鞭打、捆鎖、監禁、各等的磨煉、

彼得前書 3:19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
他藉這靈、曾去傳道給那些在監獄裏的靈聽、

啟示錄 2:10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
你將要受的苦你不用怕.魔鬼要把你們中間幾個人下在監裏、叫你們被試煉.你們必受患難十日。你務要至死忠心、我就賜給你那生命的冠冕。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。

啟示錄 18:2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου,
他大聲喊着說、巴比倫大城傾倒了、傾倒了、成了鬼魔的住處、和各樣汚穢之靈的巢穴、(或作牢獄下同)並各樣汚穢可憎之雀鳥的巢穴。

啟示錄 20:7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
那一千年完了、撒但必從監牢裏被釋放、