ὁράω 看、看到的景象、聽

Strong G3708・動詞・新約出現 476 次・英文:I see, look upon, experience

中文義項

  1. 看;看到的景象;看:看(384 次)
  2. 注意;考慮;關心;厚待;看待;鑒察:特別注意某事,暗指是關於自己的(10 次)
  3. 明白;感知;看到;認識到:因感知而開始明白(4 次)
  4. 看望;探望:基於友誼並帶著幫忙的意圖去看望一個人(15 次)
  5. 經歷;承受:(ὁράω「看」 的引申喻意)經歷一個事件或狀態,通常用否定的表達來表示一個人不會經歷的事情(26 次)
  6. 知道;發現:獲取信息,焦點在感知的事件(18 次)
  7. 務必做到某事發生;安排某事發生:承擔起使某事發生的責任(5 次)
  8. 看;聽;注意;來啊:喚起注意力的提示,也是強調接下來的陳述(29 次)
  9. 看;聽;注意;來啊:喚起注意力的提示,也是強調接下來的陳述(195 次)
  10. 的確;當然;至少;無論如何:用於標記強烈的強調,表示所說的話是完全真實的(6 次)

I see, look upon, experience, perceive, discern, beware.

字形

出處(第 7 / 10 頁)

使徒行傳 7:55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
但司提反被聖靈充滿、定睛望天、看見神的榮耀、又看見耶穌站在神的右邊.

使徒行傳 8:18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
西門看見使徒按手、便有聖靈賜下.就拿錢給使徒、

使徒行傳 8:23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
我看出你正在苦膽之中、被罪惡捆綁。

使徒行傳 8:39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
從水裏上來、主的靈把腓利提了去、太監也不再見他了、就歡歡喜喜的走路。

使徒行傳 9:12 καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας ὅπως ἀναβλέψῃ.
又看見了一個人、名叫亞拿尼亞、進來按手在他身上、叫他能看見。

使徒行傳 9:17 ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
亞拿尼亞就去了、進入那家、把手按在掃羅身上說、兄弟掃羅、在你來的路上、向你顯現的主、就是耶穌、打發我來、叫你能看見、又被聖靈充滿。

使徒行傳 9:27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
惟有巴拿巴接待他、領去見使徒、把他在路上怎麼看見主、主怎麼向他說話、他在大馬色、怎麼奉耶穌的名放膽傳道、都述說出來。

使徒行傳 9:35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
凡住呂大和沙崙的人、都看見了他、就歸服主。

使徒行傳 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。

使徒行傳 10:3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
有一天、約在申初、他在異象中、明明看見神的一個使者進去、到他那裏、說、哥尼流。

使徒行傳 10:17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
彼得心裏正在猜疑之間、不知所看見的異象是甚麼意思、哥尼流所差來的人、已經訪問到西門的家、站在門外、

使徒行傳 11:5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
我在約帕城裏禱告的時候、魂遊象外、看見異象、有一物降下、好像一塊大布、繫着四角、從天縋下、直來到我跟前.

使徒行傳 11:6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
我定睛觀看、見內中有地上四足的牲畜、和野獸、昆蟲、並天上的飛鳥。

使徒行傳 11:13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
那人就告訴我們、他如何看見一位天使、站在他屋裏、說、你打發人往約帕去、請那稱呼彼得的西門來.

使徒行傳 11:23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ,
他到了那裏、看見神所賜的恩就歡喜、勸勉衆人、立定心志、恆久靠主。

使徒行傳 12:3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων),
他見猶太人喜歡這事、又去捉拿彼得。那時正是除酵的日子。

使徒行傳 12:16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
彼得不住的敲門.他們開了門、看見他、就甚驚奇。

使徒行傳 13:12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
方伯看見所作的事、很希奇主的道、就信了。

使徒行傳 13:31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
那從加利利同他上耶路撒冷的人多日看見他、這些人如今在民間是他的見證。

使徒行傳 13:35 διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
又有一篇上說、『你必不叫你的聖者見朽壞。』

使徒行傳 13:36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,
大衞在世的時候、遵行了神的旨意、就睡了、(或作大衞按神的旨意服事了他那一世的人就睡了)歸到他祖宗那裏、已見朽壞.

使徒行傳 13:37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
惟獨神所復活的、他並未見朽壞。

使徒行傳 13:41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
主說、『你們這輕慢的人要觀看、要驚奇、要滅亡.因爲在你們的時候、我行一件事、雖有人告訴你們、你們總是不信。』

使徒行傳 13:45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.
但猶太人看見人這樣多、就滿心嫉妒、硬駁保羅所說的話、並且毀謗。

使徒行傳 14:9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι
他聽保羅講道。保羅定睛看他、見他有信心、可得痊愈、

使徒行傳 14:11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
衆人看見保羅所作的事、就用呂高尼的話、大聲說、有神藉着人形、降臨在我們中間了。

使徒行傳 15:6 Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
使徒和長老、聚會商議這事。

使徒行傳 16:9 καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
在夜間有異象現與保羅.有一個馬其頓人、站着求他說、請你過到馬其頓來幫助我們。

使徒行傳 16:10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς.
保羅旣看見這異象、我們隨卽想要往馬其頓去、以爲神召我們傳福音給那裏的人聽。

使徒行傳 16:19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
使女的主人們、見得利的指望沒有了、便揪住保羅和西拉、拉他們到市上去見首領.

使徒行傳 16:27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
禁卒一醒、看見監門全開、以爲囚犯已經逃走、就拔刀要自殺。

使徒行傳 16:40 ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
二人出了監、往呂底亞家裏去.見了弟兄們、勸慰他們一番、就走了。

使徒行傳 18:15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
但所爭論的、若是關乎言語、名目、和你們的律法、你們自己去辦罷.這樣的事我不願意審問。

使徒行傳 19:21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
這些事完了、保羅心裏定意、經過了馬其頓亞該亞、就往耶路撒冷去、又說、我到了那裏以後、也必須往羅馬去看看。

使徒行傳 20:22 καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
現在我往耶路撒冷去、心甚迫切、(原文作心被捆綁)不知道在那裏要遇見甚麼事.

使徒行傳 20:25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
我素常在你們中間來往、傳講神國的道、如今我曉得你們以後都不得再見我的面了。

使徒行傳 21:32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
千夫長立時帶着兵丁、和幾個百夫長、跑下去到他們那裏.他們見了千夫長和兵丁、就止住不打保羅。

使徒行傳 22:14 ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
他又說、我們祖宗的神、揀選了你、叫你明白他的旨意、又得見那義者、聽他口中所出的聲音。

使徒行傳 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
因爲你要將所看見的、所聽見的、對着萬人爲他作見證。

使徒行傳 22:18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
看見主向我說、你趕緊的離開耶路撒冷、不可遲延、因你爲我作的見證、這裏的人、必不領受。

使徒行傳 24:22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ’ ὑμᾶς·
腓力斯本是詳細曉得這道、就支吾他們說、且等千夫長呂西亞下來、我要審斷你們的事。

使徒行傳 26:13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
王阿、我在路上、晌午的時候、看見從天發光、比日頭還亮、四面照着我、並與我同行的人。

使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.

使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.

使徒行傳 26:16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
你起來站着、我特意向你顯現、要派你作執事作見證、將你所看見的事、和我將要指示你的事、證明出來.

使徒行傳 28:4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
土人看見那毒蛇、懸在他手上、就彼此說、這人必是個凶手、雖然從海裏救上來、天理還不容他活着。

使徒行傳 28:15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
那裏的弟兄們、一聽見我們的信息、就出來到亞比烏市、和三館地方迎接我們.保羅見了他們、就感謝神、放心壯膽。

使徒行傳 28:20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
因此、我請你們來見面說話.我原爲以色列人所指望的、被這鍊子捆鎖。

使徒行傳 28:26 λέγων· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
他說、『你去告訴這百姓說、你們聽是要聽見、卻不明白.看是要看見、卻不曉得.

使徒行傳 28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
因爲這百姓、油蒙了心、耳朶發沉、眼睛閉着.恐怕眼睛看見、耳朶聽見、心裏明白、回轉過來、我就醫治他們。』

← 上一頁 下一頁 →