Πέτρος 彼得、《思》伯多祿
Strong G4074・名詞・新約出現 156 次・英文:Peter
中文義項
- 彼得;《思》伯多祿:十二門徒的領袖,原名西門,也稱為磯法,彼得是他的希臘名字(156 次)
Peter, a Greek name meaning "rock".
字形
- Πέτρος 名詞 主格 單數 陽性(100 次)
- Πέτρον 名詞 直接受格 單數 陽性(26 次)
- Πέτρῳ 名詞 間接受格 單數 陽性(15 次)
- Πέτρου 名詞 所有格 單數 陽性(12 次)
- Πέτρε 名詞 呼格 單數 陽性(3 次)
出處(第 3 / 4 頁)
使徒行傳 2:38 Πέτρος δὲ πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
彼得說、你們各人要悔改、奉耶穌基督的名受洗、叫你們的罪得赦、就必領受所賜的聖靈.
使徒行傳 3:1 Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
申初禱告的時候、彼得、約翰、上聖殿去。
使徒行傳 3:3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν.
他看見彼得約翰將要進殿、就求他們賙濟。
使徒行傳 3:4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς.
彼得約翰定睛看他.彼得說、你看我們。
使徒行傳 3:6 εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει.
彼得說、金銀我都沒有、只把我所有的給你、我奉拿撒勒人耶穌基督的名、叫你起來行走。
使徒行傳 3:11 Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
那人正在稱爲所羅門的廊下、拉着彼得、約翰.衆百姓一齊跑到他們那裏、很覺希奇。
使徒行傳 3:12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
彼得看見、就對百姓說、以色列人哪、爲甚麼把這事當作希奇呢.爲甚麼定睛看我們、以爲我們憑自己的能力和虔誠、使這人行走呢。
使徒行傳 4:8 τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
那時、彼得被聖靈充滿、對他們說、
使徒行傳 4:13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
他們見彼得約翰的膽量、又看出他們原是沒有學問的小民、就希奇、認明他們是跟過耶穌的。
使徒行傳 4:19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
彼得約翰說、聽從你們、不聽從神、這在神面前合理不合理、你們自己酌量罷.
使徒行傳 5:3 εἶπεν δὲ ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
彼得說、亞拿尼亞爲甚麼撒但充滿了你的心、叫你欺哄聖靈、把田地的價銀私自留下幾分呢.
使徒行傳 5:8 ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου.
彼得對他說、你告訴我、你們賣田地的價銀、就是這些麼。他說、就是這些。
使徒行傳 5:9 ὁ δὲ Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
彼得說、你們爲甚麼同心試探主的靈呢.埋葬你丈夫之人的脚、已到門口、他們也要把你抬出去。
使徒行傳 5:15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
甚至有人將病人抬到街上、放在牀上、或褥子上、指望彼得過來的時候、或者得他的影兒照在甚麼人身上。
使徒行傳 5:29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
彼得和衆使徒回答說、順從神、不順從人、是應當的。
使徒行傳 8:14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
使徒在耶路撒冷、聽見撒瑪利亞人領受了神的道、就打發彼得約翰往他們那裏去。
使徒行傳 8:20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
彼得說、你的銀子、和你一同滅亡罷.因你想神的恩賜、是可以用錢買的。
使徒行傳 9:32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
彼得周流四方的時候、也到了居住呂大的聖徒那裏。
使徒行傳 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
彼得對他說、以尼雅、耶穌基督醫好你了.起來、收拾你的褥子.他就立刻起來了。
使徒行傳 9:38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν·
呂大原與約帕相近.門徒聽見彼得在那裏、就打發兩個人去見他、央求他說、快到我們那裏去、不要躭延。
使徒行傳 9:39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
彼得就起身和他們同去.到了、便有人領他上樓.衆寡婦都站在彼得旁邊哭、拿多加與他們同在時、所做的裏衣外衣給他看。
使徒行傳 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。
使徒行傳 9:40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
彼得叫他們都出去、就跪下禱告、轉身對着死人說、大比大、起來、他就睜開眼睛、見了彼得、便坐起來。
使徒行傳 10:5 καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος·
現在你當打發人往約帕去、請那稱呼彼得的西門來.
使徒行傳 10:9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
第二天、他們行路將近那城、彼得約在午正、上房頂去禱告.
使徒行傳 10:13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
又有聲音向他說、彼得、起來、宰了喫。
使徒行傳 10:14 ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.
彼得卻說、主阿、這是不可的、凡俗物、和不潔淨的物、我從來沒有喫過。
使徒行傳 10:17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
彼得心裏正在猜疑之間、不知所看見的異象是甚麼意思、哥尼流所差來的人、已經訪問到西門的家、站在門外、
使徒行傳 10:18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
喊着問、有稱呼彼得的西門住在這裏沒有。
使徒行傳 10:19 τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦντές σε·
彼得還思想那異象的時候、聖靈向他說、有三個人來找你.
使徒行傳 10:21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε;
於是彼得下去見那些人、說、我就是你們所找的人.你們來是爲甚麼緣故。
使徒行傳 10:25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
彼得一進去、哥尼流就迎接他、俯伏在他脚前拜他。
使徒行傳 10:26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
彼得卻拉他說、你起來.我也是人。
使徒行傳 10:32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν.
你當打發人往約帕去、請那稱呼彼得的西門來、他住在海邊一個硝皮匠西門的家裏。
使徒行傳 10:34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,
彼得就開口說、我眞看出神是不偏待人.
使徒行傳 10:44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
彼得還說這話的時候、聖靈降在一切聽道的人身上。
使徒行傳 10:45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται·
那些奉割禮和彼得同來的信徒、見聖靈的恩賜也澆在外邦人身上、就都希奇.
使徒行傳 10:46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη Πέτρος·
因聽見他們說方言、稱讚神爲大。
使徒行傳 11:2 ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
及至彼得上了耶路撒冷、那些奉割禮的門徒和他爭辯說、
使徒行傳 11:4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
彼得就開口、把這事挨次給他們講解說、
使徒行傳 11:7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
我且聽見有聲音向我說、彼得、起來、宰了喫。
使徒行傳 11:13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
那人就告訴我們、他如何看見一位天使、站在他屋裏、說、你打發人往約帕去、請那稱呼彼得的西門來.
使徒行傳 12:3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων),
他見猶太人喜歡這事、又去捉拿彼得。那時正是除酵的日子。
使徒行傳 12:5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
於是彼得被囚在監裏.教會卻爲他切切的禱告神。
使徒行傳 12:6 Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
希律將要提他出來的前一夜、彼得被兩條鐵鍊鎖着、睡在兩個兵丁當中.看守的人也在門外看守。
使徒行傳 12:7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
忽然有主的一個使者、站在旁邊、屋裏有光照耀.天使拍彼得的肋旁、拍醒了他、說、快快起來.那鐵鍊就從他手上脫落下來。
使徒行傳 12:11 καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
彼得醒悟過來、說、我現在眞知道主差遣他的使者、救我脫離希律的手、和猶太百姓一切所盼望的。
使徒行傳 12:14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
聽得是彼得的聲音、就歡喜的顧不得開門、跑進去告訴衆人說、彼得站在門外。
使徒行傳 12:14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
聽得是彼得的聲音、就歡喜的顧不得開門、跑進去告訴衆人說、彼得站在門外。
使徒行傳 12:16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
彼得不住的敲門.他們開了門、看見他、就甚驚奇。