θεός 上帝、上帝的兒子、神
Strong G2316・名詞・新約出現 1307 次・英文:God, a god
中文義項
- 上帝:那唯一至高的超自然存在者,是宇宙的創造者和維持者(1256 次)
- 神:許多不同的超自然生物的其中一個;人們認為這些超自然生物對某些宇宙或人類活動擁有控制權(15 次)
- 女神:女性神明(1 次)
- 上帝的兒子:(耶穌的頭銜,直譯:上帝的兒子;語義結構與 υἱός 後跟表示種類的所有格的短語相似)具有上帝的基本特徵和本性的那一位(45 次)
(a) God, (b) a god, generally.
字形
- θεοῦ 名詞 所有格 單數 陽性(684 次)
- θεὸς 名詞 主格 單數 陽性(236 次)
- θεῷ 名詞 間接受格 單數 陽性(157 次)
- θεόν 名詞 直接受格 單數 陽性(74 次)
- θεὸν 名詞 直接受格 單數 陽性(73 次)
- θεός 名詞 主格 單數 陽性(69 次)
- θεοὶ 名詞 主格 複數 陽性(4 次)
- Θεοῦ 名詞 所有格 單數 陽性(3 次)
- θεοὺς 名詞 直接受格 複數 陽性(2 次)
- Θεέ 名詞 呼格 單數 陽性(1 次)
- θεέ 名詞 呼格 單數 陽性(1 次)
- Θεοί 名詞 主格 複數 陽性(1 次)
- θεὸν 名詞 直接受格 單數 陰性(1 次)
- θεοῖς 名詞 間接受格 複數 陽性(1 次)
出處(第 21 / 27 頁)
提多書 1:4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
現在寫信給提多、就是照着我們共信之道作我眞兒子的.願恩惠平安、從父神和我們的救主基督耶穌歸與你。
提多書 1:7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
監督旣是神的管家、必須無可指責、不任性、不暴躁、不因酒滋事、不打人、不貪無義之財、
提多書 1:16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
他們說是認識神、行事卻和他相背.本是可憎惡的、是悖逆的、在各樣善事上是可廢棄的。
提多書 2:5 σώφρονας, ἁγνάς, οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
謹守、貞潔、料理家務、待人有恩、順服自己的丈夫、免得神的道理被毀謗。
提多書 2:10 μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
不可私拿東西.要顯爲忠誠、以致凡事尊榮我們救主神的道.
提多書 2:11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
因爲神救衆人的恩典、已經顯明出來、
提多書 2:13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
等候所盼望的福、並等候至大的神、和(或作無和字)我們救主耶穌基督的榮耀顯現。
提多書 3:4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
但到了神我們救主的恩慈、和他向人所施的慈愛顯明的時候、
提多書 3:8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
這話是可信的、我也願你把這些事、切切實實的講明、使那些已信神的人、留心作正經事業。(或作留心行善)這都是美事、並且與人有益。
腓利門書 1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
願恩惠平安、從神我們的父、和主耶穌基督、歸與你們。
腓利門書 1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
我禱告的時候題到你、常爲你感謝我的神.
希伯來書 1:1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
神旣在古時藉着衆先知、多次多方的曉諭列祖、
希伯來書 1:6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
再者、神使長子到世上來的時候、(或作神再使長子到世上來的時候)就說、『神的使者都要拜他。』
希伯來書 1:8 πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
論到子卻說、『神阿、你的寶座是永永遠遠的、你的國權是正直的。
希伯來書 1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
你喜愛公義、恨惡罪惡.所以神、就是你的神、用喜樂油膏你、勝過膏你的同伴。』
希伯來書 1:9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
你喜愛公義、恨惡罪惡.所以神、就是你的神、用喜樂油膏你、勝過膏你的同伴。』
希伯來書 2:4 συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν;
神又按自己的旨意、用神蹟奇事、和百般的異能、並聖靈的恩賜、同他們作見證。
希伯來書 2:9 τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
惟獨見那成爲比天使小一點的耶穌、(或作惟獨見耶穌暫時比天使小)因爲受死的苦、就得了尊貴榮耀爲冠冕、叫他因着神的恩、爲人人嘗了死味。
希伯來書 2:13 καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.
又說、『我要倚賴他。』又說、『看哪、我與神所給我的兒女。』
希伯來書 2:17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·
所以他凡事該與他的弟兄相同、爲要在神的事上、成爲慈悲忠信的大祭司、爲百姓的罪獻上挽回祭。
希伯來書 3:4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός.
因爲房屋都必有人建造.但建造萬物的就是神。
希伯來書 3:12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
弟兄們、你們要謹愼、免得你們中間、或有人存着不信的惡心、把永生神離棄了.
希伯來書 4:4 εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως· Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
論到第七日、有一處說、『到第七日神就歇了他一切的工。』
希伯來書 4:9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ·
這樣看來、必另有一安息日的安息、爲神的子民存留。
希伯來書 4:10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός.
因爲那進入安息的、乃是歇了自己的工、正如神歇了他的工一樣。
希伯來書 4:12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
神的道是活潑的、是有功效的、比一切兩刃的劍更快、甚至魂與靈、骨節與骨髓、都能刺入剖開、連心中的思念和主意、都能辨明。
希伯來書 4:14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας·
我們旣然有一位已經升入高天尊榮的大祭司、就是神的兒子耶穌、便當持定所承認的道。
希伯來書 5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
凡從人間挑選的大祭司、是奉派替人辦理屬神的事、爲要獻上禮物、和贖罪祭.(或作要爲罪獻上禮物和祭物)
希伯來書 5:4 καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.
這大祭司的尊榮、沒有人自取、惟要蒙神所召、像亞倫一樣。
希伯來書 5:10 προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
並蒙神照着麥基洗德的等次稱他爲大祭司。
希伯來書 5:12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
看你們學習的工夫、本該作師傅、誰知還得有人將神聖言小學的開端、另教導你們.並且成了那必須喫奶、不能喫乾糧的人。
希伯來書 6:1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
所以我們應當離開基督道理的開端、竭力進到完全的地步.不必再立根基、就如那懊悔死行、信靠神、
希伯來書 6:3 καὶ τοῦτο ποιήσομεν ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.
神若許我們、我們必如此行。
希伯來書 6:5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
並嘗過神善道的滋味、覺悟來世權能的人、
希伯來書 6:6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
若是離棄道理、就不能叫他們從新懊悔了.因爲他們把神的兒子重釘十字架、明明的羞辱他。
希伯來書 6:7 γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
就如一塊田地、喫過屢次下的雨水、生長菜蔬合乎耕種的人用、就從神得福.
希伯來書 6:10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
因爲神並非不公義、竟忘記你們所作的工、和你們爲他名所顯的愛心、就是先前伺候聖徒、如今還是伺候。
希伯來書 6:13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ’ ἑαυτοῦ,
當初神應許亞伯拉罕的時候、因爲沒有比自己更大可以指着起誓的、就指着自己起誓、說、
希伯來書 6:17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
照樣、神願意爲那承受應許的人、格外顯明他的旨意是不更改的、就起誓爲證.
希伯來書 6:18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
藉這兩件不更改的事、神決不能說謊、好叫我們這逃往避難所、持定擺在我們前頭指望的人、可以大得勉勵.
希伯來書 7:1 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
這麥基洗德、就是撒冷王、又是至高神的祭司、本是長遠爲祭司的.他當亞伯拉罕殺敗諸王回來的時候、就迎接他、給他祝福。
希伯來書 7:3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
他無父、無母、無族譜、無生之始、無命之終、乃是與神的兒子相似。
希伯來書 7:19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.
(律法原來一無所成)就引進了更美的指望、靠這指望我們便可以進到神面前。
希伯來書 7:25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
凡靠着他進到神面前的人、他都能拯救到底.因爲他是長遠活着、替他們祈求。
希伯來書 8:10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
主又說、『那些日子以後、我與以色列家所立的約乃是這樣.我要將我的律法放在他們裏面、寫在他們心上、我要作他們的神、他們要作我的子民.
希伯來書 9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
何况基督藉着永遠的靈、將自己無瑕無疵獻給神、他的血豈不更能洗淨你們的心(原文作良心)除去你們的死行、使你們事奉那永生神麼。
希伯來書 9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
何况基督藉着永遠的靈、將自己無瑕無疵獻給神、他的血豈不更能洗淨你們的心(原文作良心)除去你們的死行、使你們事奉那永生神麼。
希伯來書 9:20 λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός·
『這血就是神與你們立約的憑據。』
希伯來書 9:24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
因爲基督並不是進了人手所造的聖所、(這不過是眞聖所的影像)乃是進了天堂、如今爲我們顯在神面前.
希伯來書 10:7 τότε εἶπον· Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
那時我說、神阿、我來了爲要照你的旨意行.我的事在經卷上已經記載了。』