κρίσις 判斷、決定、評價
Strong G2920・名詞・新約出現 47 次・英文:judging, divine judgment
中文義項
- 作出法律決定;作出判決;審判:決定一個問題在法律上是對或錯,從而決定被告無罪或有罪,並給予適當的懲罰或報償(12 次)
- 審判的權利;審判的權柄:(κρίνω「審理法律案件」的衍生詞)判定有罪或無罪的權柄或權利(1 次)
- 法庭;法院:判定一個人有罪或無罪的法院(2 次)
- 判決;宣判;審判:法官作出的法律判決,定被告為有罪或無罪(2 次)
- 宣判有罪;定罪;判刑:判定某人有罪,要受刑罰(10 次)
- 正義;公正,公平:施行正義(5 次)
- 判斷;決定;評價:(κρίνω「判斷」 的衍生詞)判斷過程的內容(14 次)
- 判斷的依據:作出判斷的依據(1 次)
- 懲罰;刑罰:懲罰,暗指被判定有罪(3 次)
- 被定罪;被判為有罪:(習語,直譯:落在審判之下)因為行為違反法律法規而被定罪(1 次)
judging, judgment, decision, sentence; generally: divine judgment; accusation.
字形
- κρίσεως 名詞 所有格 單數 陰性(15 次)
- κρίσιν 名詞 直接受格 單數 陰性(15 次)
- κρίσις 名詞 主格 單數 陰性(8 次)
- κρίσει 名詞 間接受格 單數 陰性(7 次)
- κρίσεις 名詞 主格 複數 陰性(2 次)
出處
馬太福音 5:21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
你們聽見有吩咐古人的話、說、『不可殺人、』又說、『凡殺人的、難免受審判。』
馬太福音 5:22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ· Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
只是我告訴你們、凡向弟兄動怒的、難免受審判。(有古卷在凡字下添無緣無故的五字)凡罵弟兄是拉加的、難免公會的審斷.凡罵弟兄是魔利的、難免地獄的火。
馬太福音 10:15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
我實在告訴你們、當審判的日子、所多瑪和蛾摩拉所受的、比那城還容易受呢。
馬太福音 11:22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
但我告訴你們、當審判的日子、推羅西頓所受的、比你們還容易受呢。
馬太福音 11:24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
但我告訴你們、當審判的日子、所多瑪所受的、比你還容易受呢。
馬太福音 12:18 Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
『看哪、我的僕人、我所揀選、所親愛、心裏所喜悅的、我要將我的靈賜給他、他必將公理傳給外邦。
馬太福音 12:20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
壓傷的蘆葦、他不折斷.將殘的燈火、他不吹滅.等他施行公理、叫公理得勝.
馬太福音 12:36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
我又告訴你們、凡人所說的閒話、當審判的日子、必要句句供出來。
馬太福音 12:41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
當審判的時候、尼尼微人、要起來定這世代的罪、因爲尼尼微人聽了約拿所傳的、就悔改了.看哪、在這裏有一人比約拿更大。
馬太福音 12:42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
當審判的時候、南方的女王、要起來定這世代的罪、因爲他從地極而來、要聽所羅門的智慧話.看哪、在這裏有一人比所羅門更大。
馬太福音 23:23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
你們這假冒爲善的文士和法利賽人有禍了.因爲你們將薄荷、茴香、芹菜、獻上十分之一.那律法上更重的事、就是公義、憐憫、信實、反倒不行了.這更重的是你們當行的、那也是不可不行的。
馬太福音 23:33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
你們這些蛇類、毒蛇之種阿、怎能逃脫地獄的刑罰呢。
路加福音 10:14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
當審判的日子、推羅西頓所受的、比你們還容易受呢。
路加福音 11:31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
當審判的時候、南方的女王、要起來定這世代的罪.因爲他從地極而來、要聽所羅門的智慧話.看哪、在這裏有一人比所羅門更大。
路加福音 11:32 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
當審判的時候、尼尼微人要起來定這世代的罪.因爲尼尼微人聽了約拿所傳的、就悔改了.看哪、在這裏有一人比約拿更大。
路加福音 11:42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι.
你們法利賽人有禍了.因爲你們將薄荷芸香、並各樣菜蔬、獻上十分之一、那公義和愛神的事、反倒不行了.這原是你們當行的、那也是不可不行的。
約翰福音 3:19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
光來到世間、世人因自己的行爲是惡的、不愛光倒愛黑暗、定他們的罪就是在此。
約翰福音 5:22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
父不審判甚麼人、乃將審判的事全交與子。
約翰福音 5:24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
我實實在在的告訴你們、那聽我話、又信差我來者的、就有永生、不至於定罪、是已經出死入生了。
約翰福音 5:27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
並且因爲他是人子、就賜給他行審判的權柄。
約翰福音 5:29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
行善的復活得生、作惡的復活定罪。
約翰福音 5:30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
我憑着自己不能作甚麼.我怎麼聽見、就怎麼審判.我的審判也是公平的.因爲我不求自己的意思、只求那差我來者的意思。
約翰福音 7:24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
不可按外貌斷定是非、總要按公平斷定是非。
約翰福音 8:16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
就是判斷人、我的判斷也是眞的.因爲不是我獨自在這裏、還有差我來的父與我同在。
約翰福音 12:31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
現在這世界受審判.這世界的王要被趕出去。
約翰福音 16:8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
他旣來了、就要叫世人爲罪、爲義、爲審判、自己責備自己.
約翰福音 16:11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
爲審判、是因這世界的王受了審判。
使徒行傳 8:33 ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
他卑微的時候、人不按公義審判他.(原文作他的審判被奪去)誰能述說他的世代、因爲他的生命從地上奪去。』
帖撒羅尼迦後書 1:5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
這正是神公義判斷的明證.叫你們可算配得神的國、你們就是爲這國受苦。
提摩太前書 5:24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·
有些人的罪是明顯的、如同先到審判案前.有些人的罪是隨後跟了去的。
希伯來書 9:27 καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
按着定命、人人都有一死、死後且有審判.
希伯來書 10:27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
惟有戰懼等候審判和那燒滅衆敵人的烈火。
雅各書 2:13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
因爲那不憐憫人的、也要受無憐憫的審判.憐憫原是向審判誇勝。
雅各書 2:13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.
因爲那不憐憫人的、也要受無憐憫的審判.憐憫原是向審判誇勝。
雅各書 5:12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
我的弟兄們、最要緊的是不可起誓.不可指着天起誓、也不可指着地起誓、無論何誓都不可起.你們說話、是就說是、不是就說不是、免得你們落在審判之下。
彼得後書 2:4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
就是天使犯了罪、神也沒有寬容、曾把他們丟在地獄、交在黑暗坑中、等候審判.
彼得後書 2:9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
主知道搭救敬虔的人脫離試探、把不義的人留在刑罰之下、等候審判的日子.
彼得後書 2:11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ αὐτῶν βλάσφημον κρίσιν.
就是天使、雖然力量權能更大、還不用毀謗的話在主面前告他們。
彼得後書 3:7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
但現在的天地、還是憑着那命存留、直留到不敬虔之人受審判遭沉淪的日子、用火焚燒。
約翰一書 4:17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
這樣、愛在我們裏面得以完全、我們就可以在審判的日子、坦然無懼.因爲他如何、我們在這世上也如何。
猶大書 1:6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
又有不守本位、離開自己住處的天使、主用鎖鍊把他們永遠拘留在黑暗裏、等候大日的審判。
猶大書 1:9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· Ἐπιτιμήσαι σοι κύριος.
天使長米迦勒、爲摩西的屍首與魔鬼爭辯的時候、尚且不敢用毀謗的話罪責他、只說、主責備你罷。
猶大書 1:15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
要在衆人身上行審判、證實那一切不敬虔的人、所妄行一切不敬虔的事、又證實不敬虔之罪人所說頂撞他的剛愎話。
啟示錄 14:7 λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
他大聲說、應當敬畏神、將榮耀歸給他.因他施行審判的時候已經到了.應當敬拜那創造天地海和衆水泉源的。
啟示錄 16:7 καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
我又聽見祭壇中有聲音說、是的、主神、全能者阿、你的判斷義哉、誠哉。
啟示錄 18:10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
因怕他的痛苦、就遠遠的站着說、哀哉、哀哉、巴比倫大城、堅固的城阿、一時之間你的刑罰就來到了。
啟示錄 19:2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
他的判斷是眞實公義的.因他判斷了那用淫行敗壞世界的大淫婦、並且向淫婦討流僕人血的罪、給他們伸寃。