οὖν 因此、因而、結果是
Strong G3767・連接詞・新約出現 494 次・英文:therefore, then
中文義項
- 因此;因而;結果是;據此;那麼;那樣:表示結果,通常暗示一個邏輯推理過程的結論(369 次)
- 當然;的確;那麼:用於標記稍強的強調(與 μέν,γέ,和 δή 相比)(16 次)
- 但是:表示相對較弱的對比(19 次)
therefore, then.
字形
- οὖν 連接詞(494 次)
出處(第 8 / 10 頁)
使徒行傳 28:20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
因此、我請你們來見面說話.我原爲以色列人所指望的、被這鍊子捆鎖。
使徒行傳 28:28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.
所以你們當知道、神這救恩、如今傳給外邦人、他們也必聽受。(有古卷在此有)
羅馬書 2:21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
你旣是教導別人、還不教導自己麼.你講說人不可偷竊、自己還偷竊麼.
羅馬書 2:26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
所以那未受割禮的、若遵守律法的條例、他雖然未受割禮、豈不算是有割禮麼。
羅馬書 3:1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
這樣說來、猶太人有甚麼長處、割禮有甚麼益處呢.
羅馬書 3:9 Τί οὖν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι,
這卻怎麼樣呢.我們比他們強麼.決不是的.因我們已經證明、猶太人和希利尼人都在罪惡之下.
羅馬書 3:27 Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
旣是這樣、那裏能誇口呢.沒有可誇的了。用何法沒有的呢、是用立功之法麼.不是、乃用信主之法。
羅馬書 3:31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν.
這樣、我們因信廢了律法麼.斷乎不是、更是堅固律法。
羅馬書 4:1 Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;
如此說來、我們的祖宗亞伯拉罕、憑着肉體得了甚麼呢。
羅馬書 4:9 Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ· Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
如此看來、這福是單加給那受割禮的人麼.不也是加給那未受割禮的人麼.因我們所說、亞伯拉罕的信、就算爲他的義。
羅馬書 4:10 πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ·
是怎麼算的呢.是在他受割禮的時候呢.是在他未受割禮的時候呢.不是在受割禮的時候、乃是在未受割禮的時候。
羅馬書 5:1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
我們旣因信稱義、就藉着我們的主耶穌基督、得與神相和。
羅馬書 5:9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
現在我們旣靠着他的血稱義、就更要藉着他免去神的忿怒。
羅馬書 5:18 Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·
如此說來、因一次的過犯、衆人都被定罪、照樣、因一次的義行、衆人也就被稱義得生命了。
羅馬書 6:1 Τί οὖν ἐροῦμεν; ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
這樣、怎麼說呢.我們可以仍在罪中、叫恩典顯多麼。
羅馬書 6:4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
所以我們藉着洗禮歸入死、和他一同埋葬.原是叫我們一舉一動有新生的樣式、像基督藉着父的榮耀、從死裏復活一樣。
羅馬書 6:12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ,
所以不要容罪在你們必死的身上作王、使你們順從身子的私慾.
羅馬書 6:15 Τί οὖν; ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο·
這卻怎麼樣呢.我們在恩典之下、不在律法之下、就可以犯罪麼.斷乎不可。
羅馬書 6:21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος·
你們現今所看爲羞恥的事、當日有甚麼果子呢.那些事的結局就是死。
羅馬書 7:3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
所以丈夫活着、他若歸於別人、便叫淫婦.丈夫若死了、他就脫離了丈夫的律法、雖然歸於別人、也不是淫婦。
羅馬書 7:7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις·
這樣、我們可說甚麼呢.律法是罪麼.斷乎不是.只是非因律法、我就不知何爲罪.非律法說、『不可起貪心。』我就不知何爲貪心。
羅馬書 7:13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
旣然如此、那良善的是叫我死麼.斷乎不是.叫我死的乃是罪。但罪藉着那良善的叫我死、就顯出眞是罪.叫罪因着誡命更顯出是惡極了。
羅馬書 7:25 χάρις τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
感謝神、靠着我們的主耶穌基督就能脫離了。這樣看來、我以內心順服神的律.我肉體卻順服罪的律了。
羅馬書 8:12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν,
弟兄們、這樣看來、我們並不是欠肉體的債、去順從肉體活着。
羅馬書 8:31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;
旣是這樣、還有甚麼說的呢.神若幫助我們、誰能敵擋我們呢。
羅馬書 9:14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·
這樣、我們可說甚麼呢.難道神有甚麼不公平麼.斷乎沒有。
羅馬書 9:16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
據此看來、這不在乎那定意的、也不在乎那奔跑的、只在乎發憐憫的神。
羅馬書 9:18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
如此看來、神要憐憫誰、就憐憫誰、要叫誰剛硬、就叫誰剛硬。
羅馬書 9:19 Ἐρεῖς μοι οὖν· Τί οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
這樣、你必對我說、他爲甚麼還指責人呢.有誰抗拒他的旨意呢。
羅馬書 9:19 Ἐρεῖς μοι οὖν· Τί οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
這樣、你必對我說、他爲甚麼還指責人呢.有誰抗拒他的旨意呢。
羅馬書 9:30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
這樣、我們可說甚麼呢.那本來不追求義的外邦人、反得了義、就是因信而得的義.
羅馬書 10:14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
然而人未曾信他、怎能求他呢.未曾聽見他、怎能信他呢.沒有傳道的、怎能聽見呢。
羅馬書 11:1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
我且說、神棄絕了他的百姓麼.斷乎沒有.因爲我也是以色列人、亞伯拉罕的後裔、屬便雅憫支派的。
羅馬書 11:5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν·
如今也是這樣、照着揀選的恩典還有所留的餘數。
羅馬書 11:7 τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
這是怎麼樣呢.以色列人所求的、他們沒有得着.惟有蒙揀選的人得着了、其餘的就成了頑梗不化的.
羅馬書 11:11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
我且說、他們失脚是要他們跌倒麼.斷乎不是.反倒因他們的過失、救恩便臨到外邦人、要激動他們發憤。
羅馬書 11:13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
我對你們外邦人說這話.因我是外邦人的使徒、所以敬重我的職分.(敬重原文作榮耀)
羅馬書 11:19 ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
你若說、那枝子被折下來、是特爲叫我接上。
羅馬書 11:22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
可見神的恩慈、和嚴厲.向那跌倒的人、是嚴厲的.向你是有恩慈的.只要你長久在他的恩慈裏.不然、你也要被砍下來。
羅馬書 12:1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·
所以弟兄們、我以神的慈悲勸你們、將身體獻上、當作活祭、是聖潔的、是神所喜悅的.你們如此事奉、乃是理所當然的。
羅馬書 13:10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
愛是不加害與人的、所以愛就完全了律法。
羅馬書 13:12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
黑夜已深、白晝將近.我們就當脫去暗昧的行爲、帶上光明的兵器。
羅馬書 14:8 ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν.
我們若活着、是爲主而活.若死了、是爲主而死.所以我們或活或死、總是主的人。
羅馬書 14:13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
所以我們不可再彼此論斷.寧可定意誰也不給弟兄放下絆脚跌人之物。
羅馬書 14:16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
不可叫你的善被人毀謗.
羅馬書 14:19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
所以我們務要追求和睦的事、與彼此建立德行的事。
羅馬書 15:17 ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
所以論到神的事我在基督耶穌裏有可誇的。
羅馬書 15:28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν εἰς Σπανίαν·
等我辦完了這事、把這善果向他們交付明白、我就要路過你們那裏、往士班雅去。
羅馬書 16:19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
你們的順服、已經傳於衆人、所以我爲你們歡喜.但我願意你們在善上聰明、在惡上愚拙。
哥林多前書 3:5 Τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.
亞波羅算甚麼.保羅算甚麼.無非是執事、照主所賜給他們各人的、引導你們相信。