πρόσωπον 臉、面、在場
Strong G4383・名詞・新約出現 76 次・英文:the face, countenance, surface
中文義項
- 臉;面:人類頭部的正面(34 次)
- 人;個人:(πρόσωπον「臉」 的引申喻意)(7 次)
- 表面;面:一個物體的二維表面(2 次)
- 外觀;外貌:某物被人看見的形式或特徵(4 次)
- 在場;在某個地方:(πρόσωπον「臉」 的引申喻意)一個人親身出現在某個地方(17 次)
- 在……前面;在……之前:在某個有生命或無生命物體前面的位置,該物體被視為具有前面和後面的空間方向(3 次)
- 面對面:(習語,直譯:面對面)某人面朝另一個人,有直接的、人際互動的含意(2 次)
- 以貌取人;作膚淺的判斷;不理會一個人的身分;根據名聲來判斷:(習語,直譯:看進面孔裏)根據外貌來作出判斷(2 次)
- 在……之前;在先:(習語,直譯:在面前;意思相當於 πρό「之前」,但在修辭學上是稍微複雜的短語)一個時間點,可能就在另一個時間點之前很短的時間(4 次)
- 決意;堅決;下定決心;定意;堅定地面向:(閃族習語,直譯:固定自己的臉)作出決定,強調這是定局或最後的決定(1 次)
- 外觀;事物看起來的樣子:(習語,直譯:根據臉上看的那些東西)看起來的樣子(1 次)
- 偏袒;偏心待人;偏愛:(習語,直譯:接受臉)對人進行不公正的區分,對待某人比對待另一個人更好(2 次)
- 奉承;諂媚:(習語,直譯:欣賞那張臉)讚揚某人,通常以誇張或虛偽的方式並帶著不誠實的目的(1 次)
the face, countenance, surface.
字形
- πρόσωπον 名詞 直接受格 單數 中性(36 次)
- προσώπου 名詞 所有格 單數 中性(18 次)
- προσώπῳ 名詞 間接受格 單數 中性(7 次)
- πρόσωπα 名詞 直接受格 複數 中性(5 次)
- πρόσωπον 名詞 主格 單數 中性(4 次)
- πρόσωπόν 名詞 直接受格 單數 中性(3 次)
- πρόσωπα 名詞 主格 複數 中性(2 次)
- προσώπων 名詞 所有格 複數 中性(1 次)
出處(第 1 / 2 頁)
馬太福音 6:16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
你們禁食的時候、不可像那假冒爲善的人、臉上帶着愁容.因爲他們把臉弄得難看、故意叫人看出他們是禁食.我實在告訴你們、他們已經得了他們的賞賜。
馬太福音 6:17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,
你禁食的時候、要梳頭洗臉、
馬太福音 11:10 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
馬太福音 16:3 καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.
早晨天發紅、又發黑、你們就說、今日必有風雨。你們知道分辨天上的氣色、倒不能分辨這時候的神蹟。
馬太福音 17:2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
就在他們面前變了形像.臉面明亮如日頭、衣裳潔白如光。
馬太福音 17:6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
門徒聽見、就俯伏在地、極其害怕。
馬太福音 18:10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
你們要小心、不可輕看這小子裏的一個.我告訴你們、他們的使者在天上、常見我天父的面。(有古卷在此有)
馬太福音 22:16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
就打發他們的門徒、同希律黨的人、去見耶穌說、夫子、我們知道你是誠實人、並且誠誠實實傳神的道、甚麼人你都不徇情面、因爲你不看人的外貌。
馬太福音 26:39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
他就稍往前走、俯伏在地、禱告說、我父阿、倘若可行、求你叫這杯離開我.然而不要照我的意思、只要照你的意思。
馬太福音 26:67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
他們就吐唾沫在他臉上、用拳頭打他.也有用手掌打他的、說、
馬可福音 1:2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
正如先知以賽亞書上記着說、(有古卷無以賽亞三字)『看哪、我要差遣我的使者在你前面、豫備道路.
馬可福音 12:14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
他們來了、就對他說、夫子、我們知道你是誠實的、甚麼人你都不徇情面.因爲你不看人的外貌、乃是誠誠實實傳神的道.納稅給該撒可以不可以。
馬可福音 14:65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
就有人吐唾沫在他臉上、又蒙着他的臉、用拳頭打他、對他說、你說豫言罷.差役接過他來用手掌打他。
路加福音 2:31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
就是你在萬民面前所豫備的.
路加福音 5:12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
有一回耶穌在一個城裏、有人滿身長了大痲瘋、看見他、就俯伏在地、求他說、主若肯、必能叫我潔淨了。
路加福音 7:27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
經上記着說、『我要差遣我的使者在你前面、豫備道路。』所說的就是這個人。
路加福音 9:29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
正禱告的時候、他的面貌就改變了、衣服潔白放光。
路加福音 9:51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
耶穌被接上升的日子將到、他就定意向耶路撒冷去、
路加福音 9:52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
便打發使者在他前頭走.他們到了撒瑪利亞的一個村莊、要爲他豫備。
路加福音 9:53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
那裏的人不接待他、因他面向耶路撒冷去。
路加福音 10:1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος καὶ ἑτέρους ἑβδομήκοντα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
這事以後、主又設立七十個人、差遣他們兩個兩個的、在他前面往自己所要到的各城各地方去。
路加福音 12:56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
假冒爲善的人哪、你們知道分辨天地的氣色.怎麼不知道分辨這時候呢.
路加福音 17:16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
又俯伏在耶穌脚前感謝他.這人是撒瑪利亞人。
路加福音 20:21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
奸細就問耶穌說、夫子、我們曉得你所講所傳都是正道、也不取人的外貌、乃是誠誠實實傳神的道。
路加福音 21:35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
因爲那日子要這樣臨到全地上一切居住的人。
路加福音 24:5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
婦女們驚怕、將臉伏地.那兩個人就對他們說、爲甚麼在死人中找活人呢。
使徒行傳 2:28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
你已將生命的道路指示我、必叫我因見你的面、(或作叫我在你面前)得着滿足的快樂。』
使徒行傳 3:13 ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
亞伯拉罕、以撒、雅各的神、就是我們列祖的神、已經榮耀了他的僕人耶穌.(僕人或作兒子)你們卻把他交付彼拉多.彼拉多定意要釋放他、你們竟在彼拉多面前棄絕了他.
使徒行傳 3:20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν,
主也必差遣所豫定給你們的基督耶穌降臨。
使徒行傳 5:41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·
他們離開公會、心裏歡喜.因被算是配爲這名受辱。
使徒行傳 6:15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
在公會裏坐着的人、都定睛看他、見他的面貌、好像天使的面貌。
使徒行傳 6:15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
在公會裏坐着的人、都定睛看他、見他的面貌、好像天使的面貌。
使徒行傳 7:45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ·
這帳幕、我們的祖宗相繼承受、當神在他們面前趕出外邦人去的時候、他們同約書亞把帳幕搬進承受爲業之地、直存到大衞的日子。
使徒行傳 13:24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
在他沒有出來以先、約翰向以色列衆民宣講悔改的洗禮。
使徒行傳 17:26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
他從一本造出萬族的人、(本有古卷作血脈)住在全地上、並且豫先定準他們的年限、和所住的疆界.
使徒行傳 20:25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
我素常在你們中間來往、傳講神國的道、如今我曉得你們以後都不得再見我的面了。
使徒行傳 20:38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
叫他們最傷心的、就是他說、以後不能再見我的面那句話.於是送他上船去了。
使徒行傳 25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
我對他們說、無論甚麼人、被告還沒有和原告對質、未得機會分訴所告他的事、就先定他的罪、這不是羅馬人的條例。
哥林多前書 13:12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
我們如今彷彿對着鏡子觀看、模糊不清.(模糊不清原文作如同猜謎)到那時、就要面對面了.我如今所知道的有限.到那時就全知道、如同主知道我一樣。
哥林多前書 13:12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
我們如今彷彿對着鏡子觀看、模糊不清.(模糊不清原文作如同猜謎)到那時、就要面對面了.我如今所知道的有限.到那時就全知道、如同主知道我一樣。
哥林多前書 14:25 τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.
他心裏的隱情顯露出來、就必將臉伏地、敬拜神、說神眞是在你們中間了。
哥林多後書 1:11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
你們以祈禱幫助我們、好叫許多人爲我們謝恩、就是爲我們因許多人所得的恩。
哥林多後書 2:10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
你們赦免誰、我也赦免誰、我若有所赦免的、是在基督面前爲你們赦免的.
哥林多後書 3:7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
那用字刻在石頭上屬死的職事、尚且有榮光、甚至以色列人因摩西面上的榮光、不能定睛看他的臉.這榮光原是漸漸退去的.
哥林多後書 3:7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
那用字刻在石頭上屬死的職事、尚且有榮光、甚至以色列人因摩西面上的榮光、不能定睛看他的臉.這榮光原是漸漸退去的.
哥林多後書 3:13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
不像摩西將帕子蒙在臉上、叫以色列人不能定睛看到那將廢者的結局.
哥林多後書 3:18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
我們衆人旣然敞着臉、得以看見主的榮光、好像從鏡子裏返照、就變成主的形狀、榮上加榮、如同從主的靈變成的。
哥林多後書 4:6 ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.
那吩咐光從黑暗裏照出來的神、已經照在我們心裏、叫我們得知神榮耀的光、顯在耶穌基督的面上。
哥林多後書 5:12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ.
我們不是向你們再舉薦自己、乃是叫你們因我們有可誇之處、好對那憑外貌不憑內心誇口的人、有言可答。
哥林多後書 8:24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
所以你們務要在衆教會面前、顯明你們愛心的憑據、並我所誇獎你們的憑據。