ἄρα 因此、那麼、結果是

Strong G686・連接詞・新約出現 49 次・英文:then, therefore, since

中文義項

  1. 因此;那麼;結果是:表示前文所述得出的結果(經常用在問句和條件句的結果從句中)(39 次)
  2. 可能;究竟;到底:表示某事可能為真的標記(5 次)
  3. 也許;可能:有一定程度的不確定性(5 次)

then, therefore, since.

字形

出處

馬太福音 7:20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
所以憑着他們的果子、就可以認出他們來。

馬太福音 12:28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若靠着神的靈趕鬼、這就是神的國臨到你們了。

馬太福音 17:26 εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
彼得說、是向外人.耶穌說、旣然如此、兒子就可以免稅了.

馬太福音 18:1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
當時、門徒進前來、問耶穌說、天國裏誰是最大的。

馬太福音 19:25 ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
門徒聽見這話、就希奇得很、說、這樣誰能得救呢。

馬太福音 19:27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
彼得就對他說、看哪、我們已經撇下所有的跟從你、將來我們要得甚麼呢。

馬太福音 24:45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
誰是忠心有見識的僕人、爲主人所派、管理家裏的人、按時分糧給他們呢。

馬可福音 4:41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;
他們就大大的懼怕、彼此說、這到底是誰、連風和海也聽從他了。

馬可福音 11:13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
遠遠的看見一棵無花果樹、樹上有葉子、就往那裏去、或者在樹上可以找着甚麼.到了樹下、竟找不着甚麼、不過有葉子.因爲不是收無花果的時候.

路加福音 1:66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ’ αὐτοῦ.
凡聽見的人、都將這事放在心裏、說、這個孩子、將來怎麼樣呢.因爲有主與他同在。

路加福音 8:25 εἶπεν δὲ αὐτοῖς· Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
耶穌對他們說、你們的信心在哪裏呢.他們又懼怕、又希奇、彼此說、這到底是誰、他吩咐風和水、連風和水也聽從他了。

路加福音 11:20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若靠着神的能力趕鬼、這就是神的國臨到你們了。

路加福音 11:48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.
可見你們祖宗所作的事、你們又證明又喜歡.因爲他們殺了先知、你們修造先知的墳墓。

路加福音 12:42 καὶ εἶπεν ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
主說、誰是那忠心有見識的管家、主人派他管理家裏的人、按時分糧給他們呢。

路加福音 22:23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
他們就彼此對問、是那一個要作這事。

使徒行傳 8:22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
你當懊悔你這罪惡、祈求主.或者你心裏的意念可得赦免。

使徒行傳 11:18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες· Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
衆人聽見這話、就不言語了.只歸榮耀與神、說、這樣看來、神也賜恩給外邦人、叫他們悔改得生命了。

使徒行傳 12:18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
到了天亮、兵丁擾亂得很、不知道彼得往那裏去了。

使徒行傳 17:27 ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
要叫他們尋求神、或者可以揣摩而得、其實他離我們各人不遠.

使徒行傳 21:38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
你莫非是從前作亂、帶領四千凶徒、往曠野去的那埃及人麼。

羅馬書 5:18 Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·
如此說來、因一次的過犯、衆人都被定罪、照樣、因一次的義行、衆人也就被稱義得生命了。

羅馬書 7:3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
所以丈夫活着、他若歸於別人、便叫淫婦.丈夫若死了、他就脫離了丈夫的律法、雖然歸於別人、也不是淫婦。

羅馬書 7:21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·
我覺得有個律、就是我願意爲善的時候、便有惡與我同在。

羅馬書 7:25 χάρις τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
感謝神、靠着我們的主耶穌基督就能脫離了。這樣看來、我以內心順服神的律.我肉體卻順服罪的律了。

羅馬書 8:1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ·
如今那些在基督耶穌裏的、就不定罪了。

羅馬書 8:12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν,
弟兄們、這樣看來、我們並不是欠肉體的債、去順從肉體活着。

羅馬書 9:16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
據此看來、這不在乎那定意的、也不在乎那奔跑的、只在乎發憐憫的神。

羅馬書 9:18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
如此看來、神要憐憫誰、就憐憫誰、要叫誰剛硬、就叫誰剛硬。

羅馬書 10:17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
可見信道是從聽道來的、聽道是從基督的話來的。

羅馬書 14:12 ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.
這樣看來、我們各人必要將自己的事、在神面前說明。

羅馬書 14:19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
所以我們務要追求和睦的事、與彼此建立德行的事。

哥林多前書 5:10 οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
此話不是指這世上一槪行淫亂的、或貪婪的、勒索的、或拜偶像的、若是這樣、你們除非離開世界方可.

哥林多前書 7:14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
因爲不信的丈夫、就因着妻子成了聖潔.並且不信的妻子、就因着丈夫成了聖潔.(丈夫原文作弟兄)不然、你們的兒女就不潔淨.但如今他們是聖潔的了。

哥林多前書 15:14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν,
若基督沒有復活、我們所傳的便是枉然、你們所信的也是枉然。

哥林多前書 15:15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
並且明顯我們是爲神妄作見證的.因我們見證神是叫基督復活了.若死人眞不復活、神也就沒有叫基督復活了。

哥林多前書 15:18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
就是在基督裏睡了的人也滅亡了。

哥林多後書 1:17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
我有此意、豈是反復不定麼.我所起的意、豈是從情慾起的、叫我忽是忽非麼。

哥林多後書 5:14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον·
原來基督的愛激勵我們.因我們想一人旣替衆人死、衆人就都死了.

哥林多後書 7:12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ 1ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
我雖然從前寫信給你們、卻不是爲那虧負人的、也不是爲那受人虧負的、乃要在神面前、把你們顧念我們的熱心、表明出來。

加拉太書 2:21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
我不廢掉神的恩.義若是藉着律法得的、基督就是徒然死了。

加拉太書 3:7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
所以你們要知道那以信爲本的人、就是亞伯拉罕的子孫。

加拉太書 3:29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ’ ἐπαγγελίαν κληρονόμοι.
你們旣屬乎基督、就是亞伯拉罕的後裔、是照着應許承受產業的了。

加拉太書 5:11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
弟兄們、我若仍舊傳割禮、爲甚麼還受逼迫呢.若是這樣、那十字架討厭的地方就沒有了。

加拉太書 6:10 ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
所以有了機會、就當向衆人行善.向信徒一家的人更當這樣。

以弗所書 2:19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
這樣、你們不再作外人、和客旅、是與聖徒同國、是神家裏的人了.

帖撒羅尼迦前書 5:6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
所以我們不要睡覺、像別人一樣、總要儆醒謹守。

帖撒羅尼迦後書 2:15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
所以弟兄們、你們要站立得穩、凡所領受的教訓、不拘是我們口傳的、是信上寫的、都要堅守。

希伯來書 4:9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ·
這樣看來、必另有一安息日的安息、爲神的子民存留。

希伯來書 12:8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε.
管教原是衆子所共受的、你們若不受管教、就是私子、不是兒子了。