νῦν 現在、近來、剛才

Strong G3568・副詞・新約出現 145 次・英文:now, already, at present

中文義項

  1. 現在:與說話本身同時發生的時間點(129 次)
  2. 近來;剛才;現在:在說話的時間之前或之後不久的時間(18 次)

adv. (a) of time: just now, even now; just at hand, immediately, (b) of logical connection: now then, (c) in commands and appeals: at this instant.

字形

出處(第 3 / 3 頁)

加拉太書 1:23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
不過聽說、那從前逼迫我們的、現在傳揚他原先所殘害的眞道。

加拉太書 2:20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
我已經與基督同釘十字架.現在活着的、不再是我、乃是基督在我裏面活着.並且我如今在肉身活着、是因信神的兒子而活、他是愛我、爲我捨己。

加拉太書 3:3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
你們旣靠聖靈入門、如今還靠肉身成全麼.你們是這樣的無知麼。

加拉太書 4:9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
現在你們旣然認識神、更可說是被神所認識的、怎麼還要歸回那懦弱無用的小學、情願再給他作奴僕呢。

加拉太書 4:25 τὸ δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
這夏甲二字是指着亞拉伯的西乃山、與現在的耶路撒冷同類.因耶路撒冷和他的兒女都是爲奴的。

加拉太書 4:29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
當時那按着血氣生的、逼迫了那按着聖靈生的.現在也是這樣。

以弗所書 2:2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·
那時、你們在其中行事爲人隨從今世的風俗、順服空中掌權者的首領、就是現今在悖逆之子心中運行的邪靈.

以弗所書 3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
這奧祕在以前的世代、沒有叫人知道、像如今藉着聖靈啟示他的聖使徒和先知一樣.

以弗所書 3:10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,
爲要藉着教會、使天上執政的、掌權的、現在得知神百般的智慧.

以弗所書 5:8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
從前你們是暗昧的、但如今在主裏面是光明的、行事爲人就當像光明的子女.

腓立比書 1:5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
因爲從頭一天直到如今、你們是同心合意的興旺福音。

腓立比書 1:20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
照着我所切慕所盼望的、沒有一事叫我羞愧、只要凡事放膽.無論是生、是死、總叫基督在我身上照常顯大。

腓立比書 1:30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
你們的爭戰、就與你們在我身上從前所看見、現在所聽見的一樣。

腓立比書 2:12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,
這樣看來、我親愛的弟兄、你們旣是常順服的、不但我在你們那裏、就是我如今不在你們那裏、更是順服的、就當恐懼戰兢、作成你們得救的工夫.

腓立比書 3:18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
因爲有許多人行事、是基督十字架的仇敵.我屢次告訴你們、現在又流淚的告訴你們。

歌羅西書 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
現在我爲你們受苦、倒覺歡樂、並且爲基督的身體、就是爲教會、要在我肉身上補滿基督患難的缺欠。

歌羅西書 1:26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
這道理就是歷世歷代所隱藏的奧祕、但如今向他的聖徒顯明了.

帖撒羅尼迦前書 3:8 ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ.
你們若靠主站立得穩、我們就活了。

帖撒羅尼迦後書 2:6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ·
現在你們也知道那攔阻他的是甚麼、是叫他到了的時候、纔可以顯露.

提摩太前書 4:8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
操練身體、益處還少.惟獨敬虔、凡事都有益處.因有今生和來生的應許.

提摩太前書 6:17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
你要囑咐那些今世富足的人、不要自高、也不要倚靠無定的錢財.只要倚靠那厚賜百物給我們享受的神。

提摩太後書 1:10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
但如今藉着我們救主基督耶穌的顯現、纔表明出來了。他已經把死廢去、藉着福音、將不能壞的生命彰顯出來。

提摩太後書 4:10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
因爲底馬貪愛現今的世界、就離棄我往帖撒羅尼迦去了.革勒士往加拉太去.提多往撻馬太去.

提多書 2:12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
教訓我們除去不敬虔的心、和世俗的情慾、在今世自守、公義、敬虔度日.

希伯來書 2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν τῷ γὰρ ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
叫萬物都服在他的脚下。』旣叫萬物都服他、就沒有剩下一樣不服他的。只是如今我們還不見萬物都服他。

希伯來書 9:5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
櫃上面有榮耀基路伯的影罩着施恩座.(施恩原文作蔽罪)這幾件我現在不能一一細說。

希伯來書 9:24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
因爲基督並不是進了人手所造的聖所、(這不過是眞聖所的影像)乃是進了天堂、如今爲我們顯在神面前.

希伯來書 11:16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
他們卻羨慕一個更美的家鄉、就是在天上的.所以神被稱爲他們的神、並不以爲恥.因爲他已經給他們豫備了一座城。

希伯來書 12:26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
當時他的聲音震動了地.但如今他應許說、『再一次我不單要震動地、還要震動天。』

雅各書 4:13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·
嗐、你們有話說、今天明天我們要往某城裏去、在那裏住一年、作買賣得利.

雅各書 4:16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
現今你們竟以張狂誇口.凡這樣誇口都是惡的。

雅各書 5:1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
嗐、你們這些富足人哪、應當哭泣、號咷、因爲將有苦難臨到你們身上。

彼得前書 1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
他們得了啟示、知道他們所傳講的一切事、(傳講原文作服事)不是爲自己、乃是爲你們.那靠着從天上差來的聖靈、傳福音給你們的人、現在將這些事報給你們.天使也願意詳細察看這些事。

彼得前書 2:10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
你們從前算不得子民、現在卻作了神的子民.從前未曾蒙憐恤、現在卻蒙了憐恤。

彼得前書 2:10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
你們從前算不得子民、現在卻作了神的子民.從前未曾蒙憐恤、現在卻蒙了憐恤。

彼得前書 2:25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
你們從前好像迷路的羊.如今卻歸到你們靈魂的牧人監督了。

彼得前書 3:21 ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
這水所表明的洗禮、現在藉着耶穌基督復活.也拯救你們.這洗禮本不在乎除掉肉體的汚穢、只求在神面前有無虧的良心。

彼得後書 3:7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
但現在的天地、還是憑着那命存留、直留到不敬虔之人受審判遭沉淪的日子、用火焚燒。

彼得後書 3:18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν.
你們卻要在我們主救主耶穌基督的恩典和知識上有長進。願榮耀歸給他、從今直到永遠。阿們。

約翰一書 2:18 Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
小子們哪、如今是末時了.你們曾聽見說、那敵基督的要來、現在已經有好些敵基督的出來了.從此我們就知道如今是末時了。

約翰一書 2:28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
小子們哪、你們要住在主裏面.這樣、他若顯現、我們就可以坦然無懼.當他來的時候、在他面前也不至於慚愧。

約翰一書 3:2 ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
親愛的弟兄阿、我們現在是神的兒女、將來如何、還未顯明.但我們知道主若顯現、我們必要像他.因爲必得見他的眞體。

約翰一書 4:3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
凡靈不認耶穌、就不是出於神.這是那敵基督者的靈.你們從前聽見他要來.現在已經在世上了。

約翰二書 1:5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
太太阿、我現在勸你、我們大家要彼此相愛.這並不是我寫一條新命令給你、乃是我們從起初所受的命令。

猶大書 1:25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.
願榮耀、威嚴、能力、權柄、因我們的主耶穌基督、歸與他、從萬古以前、並現今、直到永永遠遠。阿們。

← 上一頁