ὅτι (表示開始陳述句、中文不必譯出)、事實是

Strong G3754・連接詞・新約出現 1294 次・英文:that, since, because

中文義項

  1. (表示開始陳述句,中文不必譯出);事實是:用於標記說話內容,無論是直接還是間接的引語(727 次)
  2. 因為;既然;鑒於……;考慮到……:表示理由或原因,基於一個明顯的事實(386 次)
  3. 即;就是:用於標記識別從句或說明從句(30 次)

that, since, because; may introduce direct discourse.

字形

出處(第 21 / 26 頁)

加拉太書 4:22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·
因爲律法上記着、亞伯拉罕有兩個兒子、一個是使女生的、一個是自主之婦人生的。

加拉太書 4:27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
因爲經上記着、『不懷孕不生養的、你要歡樂.未曾經過產難的、你要高聲歡呼、因爲沒有丈夫的、比有丈夫的兒女更多。』

加拉太書 5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
我保羅告訴你們、若受割禮、基督就與你們無益了。

加拉太書 5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
我再指着凡受割禮的人確實的說、他是欠着行全律法的債。

加拉太書 5:10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.
我在主裏很信你們必不懷別樣的心.但攪擾你們的、無論是誰、必擔當他的罪名。

加拉太書 5:21 φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
嫉妒、(有古卷在此有凶殺二字)醉酒、荒宴等類、我從前告訴你們、現在又告訴你們、行這樣事的人、必不能承受神的國

加拉太書 6:8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
順着情慾撒種的、必從情慾收敗壞.順着聖靈撒種的、必從聖靈收永生。

以弗所書 2:11 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
所以你們應當記念、你們從前按肉體是外邦人、是稱爲沒受割禮的這名原是那些憑人手在肉身上稱爲受割禮之人所起的.

以弗所書 2:12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
那時、你們與基督無關、在以色列國民以外、在所應許的諸約上是局外人.並且活在世上沒有指望、沒有神。

以弗所書 2:18 ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
因爲我們兩下藉着他被一個聖靈所感、得以進到父面前。

以弗所書 4:9 τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
(旣說升上、豈不是先降在地下麼.

以弗所書 4:25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
所以你們要棄絕謊言、各人與鄰舍說實話.因爲我們是互相爲肢體。

以弗所書 5:5 τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
因爲你們確實的知道、無論是淫亂的、是汚穢的、是有貪心的、在基督和神的國裏、都是無分的.有貪心的、就與拜偶像的一樣。

以弗所書 5:16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
要愛惜光陰、因爲現今的世代邪惡。

以弗所書 5:23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
因爲丈夫是妻子的頭、如同基督是教會的頭.他又是教會全體的救主。

以弗所書 5:30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
因我們是他身上的肢體。(有古卷在此有就是他的骨他的肉)

以弗所書 6:8 εἰδότες ὅτι ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
因爲曉得各人所行的善事、不論是爲奴的、是自主的、都必按所行的得主的賞賜。

以弗所書 6:9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.
你們作主人的待僕人、也是一理、不要威嚇他們.因爲知道他們和你們、同有一位主在天上、他並不偏待人。

以弗所書 6:12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
因我們並不是與屬血氣的爭戰、乃是與那些執政的、掌權的、管轄這幽暗世界的、以及天空屬靈氣的惡魔爭戰。(兩爭戰原文都作摔跤)

腓立比書 1:6 πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·
我深信那在你們心裏動了善工的、必成全這工、直到耶穌基督的日子.

腓立比書 1:12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
弟兄們、我願意你們知道、我所遭遇的事、更是叫福音興旺.

腓立比書 1:16 οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
這一等、是出於愛心、知道我是爲辯明福音設立的.

腓立比書 1:18 τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι,
這有何妨呢.或是假意、或是眞心、無論怎樣、基督究竟被傳開了.爲此我就歡喜、並且還要歡喜。

腓立比書 1:19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
因爲我知道這事藉着你們的祈禱、和耶穌基督之靈的幫助、終必叫我得救.

腓立比書 1:20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
照着我所切慕所盼望的、沒有一事叫我羞愧、只要凡事放膽.無論是生、是死、總叫基督在我身上照常顯大。

腓立比書 1:25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
我旣然這樣深信、就知道仍要住在世間、且與你們衆人同住、使你們在所信的道上、又長進又喜樂.

腓立比書 1:27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
只要你們行事爲人與基督的福音相稱.叫我或來見你們、或不在你們那裏、可以聽見你們的景况、知道你們同有一個心志、站立得穩、爲所信的福音齊心努力.

腓立比書 1:29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
因爲你們蒙恩、不但得以信服基督、並要爲他受苦。

腓立比書 2:11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
無不口稱耶穌基督爲主、使榮耀歸與父神。

腓立比書 2:16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
將生命的道表明出來、叫我在基督的日子、好誇我沒有空跑、也沒有徒勞。

腓立比書 2:22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
但你們知道提摩太的明證、他興旺福音與我同勞、待我像兒子待父親一樣。

腓立比書 2:24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
但我靠着主自信我也必快去。

腓立比書 2:26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
他很想念你們衆人、並且極其難過、因爲你們聽見他病了.

腓立比書 2:30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
因他爲作基督的工夫、幾乎至死、不顧性命、要補足你們供給我的不及之處。

腓立比書 3:12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ.
這不是說、我已經得着了、已經完全了.我乃是竭力追求、或者可以得着基督耶穌所以得着我的。(所以得着我的或作所要我得的)

腓立比書 4:10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ.
我靠主大大的喜樂、因爲你們思念我的心、如今又發生.你們向來就思念我、只是沒得機會。

腓立比書 4:11 οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι·
我並不是因缺乏說這話、我無論在甚麼景况、都可以知足、這是我已經學會了.

腓立比書 4:15 Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι,
腓立比人哪、你們也知道我初傳福音、離了馬其頓的時候、論到授受的事、除了你們以外、並沒有別的教會供給我.

腓立比書 4:16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
就是我在帖撒羅尼迦、你們也一次兩次的、打發人供給我的需用。

腓立比書 4:17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
我並不求甚麼餽送、所求的就是你們的果子漸漸增多、歸在你們的帳上。

歌羅西書 1:16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
因爲萬有都是靠他造的、無論是天上的、地上的、能看見的、不能看見的、或是有位的、主治的、執政的、掌權的、一槪都是藉着他造的、又是爲他造的.

歌羅西書 1:19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
因爲父喜歡叫一切的豐盛、在他裏面居住。

歌羅西書 2:9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
因爲神本性一切的豐盛、都有形有體的居住在基督裏面.

歌羅西書 3:24 εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ κυρίῳ Χριστῷ δουλεύετε·
因你們知道從主那裏、必得着基業爲賞賜.你們所事奉的乃是主基督。

歌羅西書 4:1 οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ.
你們作主人的、要公公平平的待僕人、因爲知道你們也有一位主在天上。

歌羅西書 4:13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
他爲你們和老底嘉並希拉波立的弟兄、多多的勞苦.這是我可以給他作見證的。

帖撒羅尼迦前書 1:5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς·
因爲我們的福音傳到你們那裏、不獨在乎言語、也在乎權能、和聖靈、並充足的信心.正如你們知道我們在你們那裏、爲你們的緣故是怎樣爲人。

帖撒羅尼迦前書 2:1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
弟兄們、你們自己原曉得我們進到你們那裏、並不是徒然的。

帖撒羅尼迦前書 2:13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
爲此、我們也不住的感謝神、因你們聽見我們所傳神的道、就領受了、不以爲是人的道、乃以爲是神的道.這道實在是神的、並且運行在你們信主的人心中。

帖撒羅尼迦前書 2:14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
弟兄們、你們曾效法猶太中、在基督耶穌裏神的各教會.因爲你們也受了本地人的苦害、像他們受了猶太人的苦害一樣。

← 上一頁 下一頁 →