χρόνος 時間、時期、日子
Strong G5550・名詞・新約出現 53 次・英文:time, a particular time, season
中文義項
- 時間;時期;日子;時候:一個不確定的時間單位(實際時間長度由上下文決定)(47 次)
- 時間;時候;時機:一些特定事件發生的時間點(5 次)
- 歷代以來;從萬世以來;從創世以來;歷世歷代:一段極其長久的時間,從假定的開始一直到現在(2 次)
time, a particular time, season.
字形
- χρόνον 名詞 直接受格 單數 陽性(27 次)
- χρόνος 名詞 主格 單數 陽性(7 次)
- χρόνων 名詞 所有格 複數 陽性(6 次)
- χρόνῳ 名詞 間接受格 單數 陽性(5 次)
- χρόνου 名詞 所有格 單數 陽性(4 次)
- χρόνους 名詞 直接受格 複數 陽性(3 次)
- χρόνοις 名詞 間接受格 複數 陽性(1 次)
出處(第 1 / 2 頁)
馬太福音 2:7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
當下希律暗暗的召了博士來、細問那星是甚麼時候出現的。
馬太福音 2:16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
希律見自己被博士愚弄、就大大發怒、差人將伯利恆城裏、並四境所有的男孩、照着他向博士仔細查問的時候、凡兩歲以裏的、都殺盡了。
馬太福音 25:19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν
過了許久、那些僕人的主人來了、和他們算帳。
馬可福音 2:19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν·
耶穌對他們說、新郎和陪伴之人同在的時候、陪伴之人豈能禁食呢.新郎還同在、他們不能禁食。
馬可福音 9:21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· Ἐκ παιδιόθεν·
耶穌問他父親說、他得這病、有多少日子呢.回答說、從小的時候。
路加福音 1:57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
以利沙伯的產期到了、就生了一個兒子。
路加福音 4:5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
魔鬼又領他上了高山、霎時間把天下的萬國都指給他看。
路加福音 8:27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
耶穌上了岸、就有城裏一個被鬼附着的人、迎面而來、這個人許久不穿衣服、不住房子、只住在墳塋裏。
路加福音 8:29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐汚鬼從那人身上出來.原來這鬼屢次抓住他、他常被人看守、又被鐵鍊和脚鐐捆鎖、他竟把鎖鍊掙斷、被鬼趕到曠野去。
路加福音 18:4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,
他多日不准.後來心裏說、我雖不懼怕神、也不尊重世人.
路加福音 20:9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
耶穌就設比喻、對百姓說、有人栽了一個葡萄園、租給園戶、就往外國去住了許久。
路加福音 23:8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον.
希律看見耶穌、就很歡喜.因爲聽見過他的事、久已想要見他.並且指望看他行一件神蹟。
約翰福音 5:6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;
耶穌看見他躺着、知道他病了許久、就問他說、你要痊愈麼。
約翰福音 7:33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
於是耶穌說、我還有不多的時候和你們同在、以後就回到差我來的那裏去。
約翰福音 12:35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
耶穌對他們說、光在你們中間、還有不多的時候、應當趁着有光行走、免得黑暗臨到你們.那在黑暗裏行走的、不知道往何處去。
約翰福音 14:9 λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα;
耶穌對他說、腓力、我與你們同在這樣長久、你還不認識我麼。人看見了我、就是看見了父.你怎麼說、將父顯給我們看呢。
使徒行傳 1:6 Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
他們聚集的時候、問耶穌說、主阿、你復興以色列國、就在這時候嗎。
使徒行傳 1:7 εἶπεν δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
耶穌對他們說、父憑着自己的權柄、所定的時候日期、不是你們可以知道的。
使徒行傳 1:21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
所以主耶穌在我們中間始終出入的時候、
使徒行傳 3:21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.
天必留他、等到萬物復興的時候、就是神從創世以來、藉着聖先知的口所說的。
使徒行傳 7:17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
及至神應許亞伯拉罕的日期將到、以色列民在埃及興盛衆多、
使徒行傳 7:23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
他將到四十歲、心中起意、去看望他的弟兄以色列人.
使徒行傳 8:11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
他們聽從他、因他久用邪術、使他們驚奇。
使徒行傳 13:18 καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
又在曠野容忍他們約有四十年。(容忍或作撫養)
使徒行傳 14:3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
二人在那裏住了多日、倚靠主放膽講道.主藉他們的手、施行神蹟奇事、證明他的恩道。
使徒行傳 14:28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
二人就在那裏同門徒住了多日。
使徒行傳 15:33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
住了些日子、弟兄們打發他們平平安安的回到差遣他們的人那裏去。(有古卷在此有)
使徒行傳 17:30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν,
世人蒙昧無知的時候、神並不監察、如今卻吩咐各處的人都要悔改。
使徒行傳 18:20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν,
衆人請他多住些日子、他卻不允.
使徒行傳 18:23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
住了些日子、又離開那裏、挨次經過加拉太和弗呂家地方、堅固衆門徒。
使徒行傳 19:22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
於是從幫助他的人中、打發提摩太以拉都二人、往馬其頓去.自己暫時等在亞西亞。
使徒行傳 20:18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
他們來了、保羅就說、你們知道、自從我到亞西亞的日子以來、在你們中間始終爲人如何、
使徒行傳 27:9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
走的日子多了、已經過了禁食的節期、行船又危險、保羅就勸衆人說、
羅馬書 7:1 Ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσιν γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ;
弟兄們、我現在對明白律法的人說、你們豈不曉得律法管人是在活着的時候麼。
哥林多前書 7:39 Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ·
丈夫活着的時候、妻子是被約束的.丈夫若死了、妻子就可以自由、隨意再嫁.只是要嫁這在主裏面的人。
哥林多前書 16:7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
我如今不願意路過見你們.主若許我、我就指望和你們同住幾時。
加拉太書 4:1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,
我說那承受產業的、雖然是全業的主人、但爲孩童的時候、卻與奴僕毫無分別.
加拉太書 4:4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
及至時候滿足、神就差遣他的兒子、爲女子所生、且生在律法以下、
帖撒羅尼迦前書 5:1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
弟兄們、論到時候日期、不用寫信給你們.
提摩太後書 1:9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
神救了我們、以聖召召我們、不是按我們的行爲、乃是按他的旨意、和恩典.這恩典是萬古之先、在基督耶穌裏賜給我們的.
提多書 1:2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων
盼望那無謊言的神、在萬古之先所應許的永生、
希伯來書 4:7 πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν·
所以過了多年、就在大衞的書上、又限定一日、如以上所引的說、『你們今日若聽他的話、就不可硬着心。』
希伯來書 5:12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
看你們學習的工夫、本該作師傅、誰知還得有人將神聖言小學的開端、另教導你們.並且成了那必須喫奶、不能喫乾糧的人。
希伯來書 11:32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
我又何必再說呢.若要一一細說、基甸、巴拉、參孫、耶弗他、大衞、撒母耳、和衆先知的事、時候就不彀了。
彼得前書 1:17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
你們旣稱那不偏待人、按各人行爲審判人的主爲父、就當存敬畏的心、度你們在世寄居的日子.
彼得前書 1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς
基督在創世以前、是豫先被神知道的、卻在這末世、纔爲你們顯現.
彼得前書 4:2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
你們存這樣的心、從今以後、就可以不從人的情慾、只從神的旨意、在世度餘下的光陰。
彼得前書 4:3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
因爲往日隨從外邦人的心意、行邪淫、惡慾、醉酒、荒宴、羣飲、並可惡拜偶像的事、時候已經彀了.
猶大書 1:18 ὅτι ἔλεγον ὑμῖν· Ἐπ’ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
他們曾對你們說過、末世必有好譏誚的人、隨從自己不敬虔的私慾而行。
啟示錄 2:21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
我曾給他悔改的機會、他卻不肯悔改他的淫行。