ὅλος 整體、整個、完整的

Strong G3650・形容詞・新約出現 108 次・英文:all, the whole, entire

中文義項

  1. 整體;整個;完整的;完全的;全部:完整的、完全的或整體的,重點在於統一性(93 次)
  2. 全部;完整的;整個:總體,作為一個完整的單元(15 次)
  3. 完全;一切;徹底;絕對;全部:全部或完整的程度(3 次)

all, the whole, entire, complete.

字形

出處(第 2 / 3 頁)

路加福音 10:27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
他回答說、『你要盡心、盡性、盡力、盡意、愛主你的神.又要愛鄰舍如同自己。』

路加福音 11:34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
你眼睛就是身上的燈、你的眼睛若瞭亮、全身就光明.眼睛若昏花、全身就黑暗。

路加福音 11:36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
若是你全身光明、毫無黑暗、就必全然光明、如同燈的明光照亮你。

路加福音 11:36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
若是你全身光明、毫無黑暗、就必全然光明、如同燈的明光照亮你。

路加福音 13:21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
好比麵酵、有婦人拿來藏在三斗麵裏、直等全團都發起來。

路加福音 23:5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
但他們越發極力的說、他煽惑百姓、在猶太徧地傳道、從加利利起、直到這裏了。

路加福音 23:44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
那時約有午正、徧地都黑暗了、直到申初、

約翰福音 4:53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
他便知道這正是耶穌對他說你兒子活了的時候、他自己和全家就都信了。

約翰福音 7:23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
人若在安息日受割禮、免得違背摩西的律法、我在安息日叫一個人全然好了、你們就向我生氣麼。

約翰福音 9:34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
他們回答說、你全然生在罪孽中、還要教訓我們麼。於是把他趕出去了。

約翰福音 11:50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
獨不想一個人替百姓死、免得通國滅亡、就是你們的益處。

約翰福音 13:10 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.
耶穌說、凡洗過澡的人、只要把脚一洗、全身就乾淨了.你們是乾淨的、然而不都是乾淨的。

約翰福音 19:23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου·
兵丁旣然將耶穌釘在十字架上、就拿他的衣服分爲四分、每兵一分.又拿他的裏衣.這件裏衣、原來沒有縫兒、是上下一片織成的。

使徒行傳 2:2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
忽然從天上有響聲下來、好像一陣大風吹過、充滿了他們所坐的屋子。

使徒行傳 2:47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.
讚美神、得衆民的喜愛。主將得救的人、天天加給他們。

使徒行傳 5:11 καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
全教會、和聽見這事的人、都甚懼怕。

使徒行傳 7:10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
救他脫離一切苦難、又使他在埃及王法老面前、得恩典有智慧.法老就派他作埃及國的宰相兼管全家。

使徒行傳 7:11 ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
後來埃及和迦南全地遭遇饑荒、大受艱難、我們的祖宗、就絕了糧。

使徒行傳 9:31 Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
那時猶太、加利利、撒瑪利亞、各處的教會都得平安、被建立.凡事敬畏主、蒙聖靈的安慰、人數就增多了。

使徒行傳 9:42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
這事傳徧了約帕、就有許多人信了主。

使徒行傳 10:22 οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
他們說、百夫長哥尼流是個義人、敬畏神、爲猶太通國所稱讚、他蒙一位聖天使指示、叫他請你到他家裏去、聽你的話。

使徒行傳 10:37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
這話在約翰宣傳洗禮以後、從加利利起、傳徧了猶太.

使徒行傳 11:26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
找着了、就帶他到安提阿去。他們足有一年的工夫、和教會一同聚集、教訓了許多人.門徒稱爲基督徒、是從安提阿起首。

使徒行傳 11:28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
內中有一位、名叫亞迦布.站起來、藉着聖靈、指明天下將有大饑荒.這事到革老丟年間果然有了。

使徒行傳 13:6 διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ,
經過全島、直到帕弗、在那裏遇見一個有法術假充先知的猶太人、名叫巴耶穌。

使徒行傳 13:49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.
於是主的道、傳徧了那一帶地方。

使徒行傳 15:22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
那時、使徒和長老並全教會、定意從他們中間揀選人、差他們和保羅、巴拿巴、同往安提阿去.所揀選的、就是稱呼巴撒巴的猶大、和西拉、這兩個人在弟兄中是作首領的。

使徒行傳 18:8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
管會堂的基利司布和全家都信了主.還有許多哥林多人聽了、就相信受洗。

使徒行傳 19:27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
這樣、不獨我們這事業、被人藐視、就是大女神亞底米的廟、也要被人輕忽、連亞西亞全地、和普天下、所敬拜的大女神之威榮、也要銷滅了。

使徒行傳 21:30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
合城都震動、百姓一齊跑來、拿住保羅、拉他出殿、殿門立刻都關了。

使徒行傳 21:31 ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ,
他們正想要殺他、有人報信給營裏的千夫長說、耶路撒冷合城都亂了。

使徒行傳 28:30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
保羅在自己所租的房子裏、住了足足兩年。凡來見他的人、他全都接待、

羅馬書 1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
第一、我靠着耶穌基督、爲你們衆人感謝我的神.因你們的信德傳遍了天下。

羅馬書 8:36 καθὼς γέγραπται ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
如經上所記、『我們爲你的緣故、終日被殺.人看我們如將宰的羊。』

羅馬書 10:21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
至於以色列人、他說、『我整天伸手招呼那悖逆頂嘴的百姓。』

羅馬書 16:23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
那接待我、也接待全教會的該猶、問你們安。

哥林多前書 5:6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
你們這自誇是不好的.豈不知一點麵酵能使全團發起來麼。

哥林多前書 12:17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
若全身是眼、從那裏聽聲呢.若全身是耳、從那裏聞味呢。

哥林多前書 12:17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
若全身是眼、從那裏聽聲呢.若全身是耳、從那裏聞味呢。

哥林多前書 14:23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
所以全教會聚在一處的時候、若都說方言、偶然有不通方言的、或是不信的人進來、豈不說你們癲狂了麼。

哥林多後書 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·
奉神旨意、作基督耶穌使徒的保羅、和兄弟提摩太、寫信給在哥林多神的教會、並亞該亞徧處的衆聖徒.

加拉太書 5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
我再指着凡受割禮的人確實的說、他是欠着行全律法的債。

加拉太書 5:9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
一點麵酵能使全團都發起來。

腓立比書 1:13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
以致我受的捆鎖、在御營全軍、和其餘的人中、已經顯明是爲基督的緣故。

帖撒羅尼迦前書 4:10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
你們向馬其頓全地的衆弟兄、固然是這樣行、但我勸弟兄們要更加勉勵.

提多書 1:11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
這些人的口總要堵住.他們因貪不義之財、將不該教導的教導人、敗壞人的全家。

希伯來書 3:5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
摩西爲僕人、在神的全家誠然盡忠、爲要證明將來必傳說的事.

雅各書 2:10 ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
因爲凡遵守全律法的、只在一條上跌倒、他就是犯了衆條。

雅各書 3:2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
原來我們在許多事上都有過失.若有人在話語上沒有過失、他就是完全人、也能勒住自己的全身。

雅各書 3:3 εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
我們若把嚼環放在馬嘴裏、叫他順服、就能調動他的全身。

← 上一頁 下一頁 →