λέγω 說、講、告訴

Strong G3004・動詞・新約出現 2345 次・英文:I say, speak

中文義項

  1. 說;講;告訴:說或講,焦點明顯放在說話的內容上(2099 次)
  2. 稱呼;名叫:用正式的名稱來提到某人或某物(25 次)
  3. 稱呼;命名:以一個人的屬性來談及這個人(21 次)
  4. 意思是;是……的意思:標記與外來語對應的意思(4 次)
  5. 表示……的意思;意味著;暗示:說一些話,為要更全面地解釋之前所說話語的含義或意圖(6 次)
  6. 自己心想;自言自語(常用來直接引述一個人的想法):(習語,直譯:對自己說)在不與別人交流內容的情況下思考一些事情(8 次)

(denoting speech in progress), (a) I say, speak; I mean, mention, tell, (b) I call, name, especially in the pass., (c) I tell, command.

字形

出處(第 42 / 47 頁)

羅馬書 9:12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·
神就對利百加說、『將來大的要服事小的。』

羅馬書 9:14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·
這樣、我們可說甚麼呢.難道神有甚麼不公平麼.斷乎沒有。

羅馬書 9:15 τῷ Μωϋσεῖ γὰρ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
因他對摩西說、『我要憐憫誰、就憐憫誰、要恩待誰、就恩待誰。』

羅馬書 9:17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
因爲經上有話向法老說、『我將你興起來、特要在你身上彰顯我的權能、並要使我的名傳遍天下。』

羅馬書 9:19 Ἐρεῖς μοι οὖν· Τί οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
這樣、你必對我說、他爲甚麼還指責人呢.有誰抗拒他的旨意呢。

羅馬書 9:20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;
你這個人哪、你是誰、竟敢向神強嘴呢.受造之物豈能對造他的說、你爲甚麼這樣造我呢。

羅馬書 9:25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
就像神在何西阿書上說、『那本來不是我子民的、我要稱爲我的子民.本來不是蒙愛的、我要稱爲蒙愛的。

羅馬書 9:26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.
從前在甚麼地方對他們說、你們不是我的子民、將來就在那裏稱他們爲永生神的兒子。』

羅馬書 9:30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
這樣、我們可說甚麼呢.那本來不追求義的外邦人、反得了義、就是因信而得的義.

羅馬書 10:6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·
惟有出於信心的義如此說、『你不要心裏說、誰要升到天上去呢.就是要領下基督來.

羅馬書 10:6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·
惟有出於信心的義如此說、『你不要心裏說、誰要升到天上去呢.就是要領下基督來.

羅馬書 10:8 ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
他到底怎麼說呢.他說、『這道離你不遠、正在你口裏、在你心裏。』就是我們所傳信主的道。

羅馬書 10:11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
經上說、『凡信他的人、必不至於羞愧。』

羅馬書 10:16 ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
只是人沒有都聽從福音.因爲以賽亞說、『主阿、我們所傳的有誰信呢。』

羅馬書 10:18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
但我說、人沒有聽見麼.誠然聽見了.『他們的聲音傳遍天下、他們的言語傳到地極。』

羅馬書 10:19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
我再說、以色列人不知道麼.先有摩西說、『我要用那不成子民的、惹動你們的憤恨.我要用那無知的民、觸動你們的怒氣。』

羅馬書 10:19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
我再說、以色列人不知道麼.先有摩西說、『我要用那不成子民的、惹動你們的憤恨.我要用那無知的民、觸動你們的怒氣。』

羅馬書 10:20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
又有以賽亞放膽說、『沒有尋找我的、我叫他們遇見.沒有訪問我的、我向他們顯現。』

羅馬書 10:21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
至於以色列人、他說、『我整天伸手招呼那悖逆頂嘴的百姓。』

羅馬書 11:1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
我且說、神棄絕了他的百姓麼.斷乎沒有.因爲我也是以色列人、亞伯拉罕的後裔、屬便雅憫支派的。

羅馬書 11:2 οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;
神並沒有棄絕他豫先所知道的百姓。你們豈不曉得經上論到以利亞是怎麼說的呢.他在神面前怎樣控告以色列人、說、

羅馬書 11:4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
神的回話是怎麼說的呢.他說、『我爲自己留下七千人、是未曾向巴力屈膝的。』

羅馬書 11:9 καὶ Δαυὶδ λέγει· Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
大衞也說、『願他們的筵席變爲網羅、變爲機檻、變爲絆脚石、作他們的報應.

羅馬書 11:11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
我且說、他們失脚是要他們跌倒麼.斷乎不是.反倒因他們的過失、救恩便臨到外邦人、要激動他們發憤。

羅馬書 11:13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
我對你們外邦人說這話.因我是外邦人的使徒、所以敬重我的職分.(敬重原文作榮耀)

羅馬書 11:19 ἐρεῖς οὖν· Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
你若說、那枝子被折下來、是特爲叫我接上。

羅馬書 12:3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.
我憑着所賜我的恩、對你們各人說、不要看自己過於所當看的.要照着神所分給各人信心的大小、看得合乎中道。

羅馬書 12:19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος.
親愛的弟兄、不要自己伸寃、寧可讓步、聽憑主怒.(或作讓人發怒)因爲經上記着、『主說、伸寃在我.我必報應。』

羅馬書 14:11 γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ.
經上寫着、『主說、我憑着我的永生起誓、萬膝必向我跪拜、萬口必向我承認。』

羅馬書 15:8 λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
我說、基督是爲神眞理作了受割禮人的執事、要證實所應許列祖的話。

羅馬書 15:10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
又說、『你們外邦人、當與主的百姓一同歡樂。』

羅馬書 15:12 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
又有以賽亞說、『將來有耶西的根、就是那興起來要治理外邦的.外邦人要仰望他。』

哥林多前書 1:10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
弟兄們、我藉我們主耶穌基督的名、勸你們都說一樣的話.你們中間也不可分黨.只要一心一意彼此相合。

哥林多前書 1:12 λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
我的意思就是你們各人說、我是屬保羅的.我是屬亞波羅的.我是屬磯法的.我是屬基督的。

哥林多前書 1:12 λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ.
我的意思就是你們各人說、我是屬保羅的.我是屬亞波羅的.我是屬磯法的.我是屬基督的。

哥林多前書 1:15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε·
免得有人說、你們是奉我的名受洗。

哥林多前書 3:4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;
有說、我是屬保羅的.有說、我是屬亞波羅的.這豈不是你們和世人一樣麼。

哥林多前書 6:5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ,
我說這話、是要叫你們羞恥。難道你們中間沒有一個智慧人、能審斷弟兄們的事麼。

哥林多前書 7:6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν.
我說這話、原是准你們的、不是命你們的。

哥林多前書 7:8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
我對着沒有嫁娶的和寡婦說、若他們常像我就好。

哥林多前書 7:12 Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
我對其餘的人說、不是主說、倘若某弟兄有不信的妻子、妻子也情願和他同住、他就不要離棄妻子。

哥林多前書 7:35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
我說這話、是爲你們的益處.不是要牢籠你們、乃是要叫你們行合宜的事、得以殷勤服事主、沒有分心的事。

哥林多前書 8:5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
雖有稱爲神的、或在天、或在地.就如那許多的神、許多的主.

哥林多前書 9:8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;
我說這話、豈是照人的意見.律法不也是這樣說麼。

哥林多前書 9:10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.
不全是爲我們說的麼.分明是爲我們說的.因爲耕種的當存着指望去耕種.打塲的也當存得糧的指望去打塲。

哥林多前書 10:15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.
我好像對明白人說的、你們要審察我的話。

哥林多前書 10:28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·
若有人對你們說、這是獻過祭的物、就要爲那告訴你們的人、並爲良心的緣故、不喫。

哥林多前書 10:29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
我說的良心、不是你的、乃是他的.我這自由、爲甚麼被別人的良心論斷呢。

哥林多前書 11:22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
你們要喫喝、難道沒有家麼.還是藐視神的教會、叫那沒有的羞愧呢。我向你們可怎麼說呢.可因此稱讚你們麼.我不稱讚。

哥林多前書 11:24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν· Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
祝謝了、就擘開、說、這是我的身體、爲你們捨的.(捨有古卷作擘開)你們應當如此行、爲的是記念我。

← 上一頁 下一頁 →