παρά 從、由、在……旁邊

Strong G3844・介系詞・新約出現 193 次・英文:from, in the presence of

中文義項

  1. 在……旁邊;沿著:靠近另一個位置或物體的位置,通常有沿著或靠近的含意(32 次)
  2. 在……裏面;與……一起:某區域內的一個位置,由其他物體確定,並分佈在這些物體之間(2 次)
  3. 從:(帶所有格)從某個源頭延伸,與活動或關係有關聯(9 次)
  4. 從;由:(帶所有格)用於標記活動的施事者源頭,雖然通常是遠程和間接的源頭(61 次)
  5. 由;為;用:(帶所有格或間接受格)用於標記潛在的施事者(9 次)
  6. 在……看來;在……的判斷中:(帶間接受格)用於標記其觀點對事件甚為重要的參與者(13 次)
  7. 相反;不一致:表示某事物與應該或期望的情況相反(7 次)
  8. 而不是;與……相反:用備選來表示對比(5 次)
  9. 同;與……一起:表示聯繫,暗示與所謂的視角人物很接近(22 次)
  10. 因為;由於:表示原因或理由,重點在於源頭(2 次)
  11. 超過;過於;過了;比……更;更是:程度超出用來比較的程度量表上的程度(14 次)
  12. 少;減;減少;減去:比給定的數目或數量更小或更少(1 次)
  13. 他的家人:(習語,直譯:他身邊的人)與一個人有相交的人,包括家人、鄰居和朋友(1 次)

gen: from; dat: beside, in the presence of; acc: alongside of.

字形

出處(第 3 / 4 頁)

使徒行傳 3:2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν,
有一個人、生來是瘸腿的、天天被人抬來、放在殿的一個門口、那門名叫美門、要求進殿的人賙濟。

使徒行傳 3:5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν.
那人就留意看他們、指望得着甚麼。

使徒行傳 4:35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
照各人所需用的、分給各人。

使徒行傳 4:37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
他有田地、也賣了、把價銀拿來、放在使徒脚前。

使徒行傳 5:2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
把價銀私自留下幾分、他的妻子也知道、其餘的幾分、拿來放在使徒脚前。

使徒行傳 7:16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
又被帶到示劍、葬於亞伯拉罕在示劍用銀子從哈抹子孫買來的墳墓裏。

使徒行傳 7:58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
把他推到城外、用石頭打他.作見證的人、把衣裳放在一個少年人名叫掃羅的脚前。

使徒行傳 9:2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
求文書給大馬色的各會堂、若是找着信奉這道的人、無論男女、都准他捆綁帶到耶路撒冷。

使徒行傳 9:14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
並且他在這裏有從祭司長得來的權柄捆綁一切求告你名的人。

使徒行傳 9:43 ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
此後彼得在約帕一個硝皮匠西門的家裏、住了多日。

使徒行傳 10:6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
他住在海邊一個硝皮匠西門的家裏.房子在海邊上。

使徒行傳 10:6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
他住在海邊一個硝皮匠西門的家裏.房子在海邊上。

使徒行傳 10:22 οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
他們說、百夫長哥尼流是個義人、敬畏神、爲猶太通國所稱讚、他蒙一位聖天使指示、叫他請你到他家裏去、聽你的話。

使徒行傳 10:32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν.
你當打發人往約帕去、請那稱呼彼得的西門來、他住在海邊一個硝皮匠西門的家裏。

使徒行傳 16:13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
當安息日、我們出城門、到了河邊、知道那裏有一個禱告的地方、我們就坐下對那聚會的婦女講道。

使徒行傳 17:9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
於是取了耶孫和其餘之人的保狀、就釋放了他們。

使徒行傳 18:3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς καὶ ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
他們本是製造帳棚爲業.保羅因與他們同業、就和他們同住作工。

使徒行傳 18:13 λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
說、這個人勸人不按着律法敬拜神。

使徒行傳 20:24 ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
我卻不以性命爲念、也不看爲寶貴、只要行完我的路程、成就我從主耶穌所領受的職事、證明神恩惠的福音。

使徒行傳 21:7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς.
我們從推羅行盡了水路、來到多利買、就問那裏的弟兄安、和他們同住了一天。

使徒行傳 21:8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ.
第二天、我們離開那裏、來到該撒利亞.就進了傳福音的腓利家裏、和他同住.他是那七個執事裏的一個。

使徒行傳 21:16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
有該撒利亞的幾個門徒和我們同去、帶我們到一個久爲(久爲或作老)門徒的家裏、叫我們與他同住、他名叫拿孫、是居比路人。

使徒行傳 22:3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
保羅說、我原是猶太人、生在基利家的大數、長在這城裏、在迦瑪列門下、按着我們祖宗嚴緊的律法受教、熱心事奉神、像你們衆人今日一樣。

使徒行傳 22:5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
這是大祭司和衆長老都可以給我作見證的.我又領了他們達與弟兄的書信、往大馬色去、要把在那裏奉這道的人鎖拿、帶到耶路撒冷受刑。

使徒行傳 24:8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
你自己究問他、就可以知道我們告他的一切事了。

使徒行傳 26:8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
神叫死人復活、你們爲甚麼看作不可信的呢。

使徒行傳 26:10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
我在耶路撒冷也曾這樣行了.旣從祭司長得了權柄、我就把許多聖徒囚在監裏.他們被殺、我也出名定案。

使徒行傳 28:14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
在那裏遇見弟兄們、請我們與他們同住了七天.這樣、我們來到羅馬。

使徒行傳 28:22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
但我們願意聽你的意見如何.因爲這教門、我們曉得是到處被毀謗的。

羅馬書 1:25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
他們將神的眞實變爲虛謊、去敬拜事奉受造之物、不敬奉那造物的主.主乃是可稱頌的、直到永遠。阿們。

羅馬書 1:26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
因此神任憑他們放縱可羞恥的情慾.他們的女人、把順性的用處、變爲逆性的用處.

羅馬書 2:11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ.
因爲神不偏待人。

羅馬書 2:13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
(原來在神面前、不是聽律法的爲義、乃是行律法的稱義.

羅馬書 4:18 ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου·
他在無可指望的時候、因信仍有指望、就得以作多國的父、正如先前所說、『你的後裔將要如此。』

羅馬書 9:14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·
這樣、我們可說甚麼呢.難道神有甚麼不公平麼.斷乎沒有。

羅馬書 11:24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.
你是從那天生的野橄欖上砍下來的、尚且逆着性得接在好橄欖上、何况這本樹的枝子、要接在本樹上呢。

羅馬書 11:27 καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
又說、『我除去他們罪的時候、這就是我與他們所立的約。』

羅馬書 12:3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.
我憑着所賜我的恩、對你們各人說、不要看自己過於所當看的.要照着神所分給各人信心的大小、看得合乎中道。

羅馬書 12:16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.
要彼此同心.不要志氣高大、倒要俯就卑微的人。(人或作事)不要自以爲聰明。

羅馬書 14:5 Ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·
有人看這日比那日強、有人看日日都是一樣.只是各人心裏要意見堅定。

羅馬書 16:17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν·
弟兄們、那些離間你們、叫你們跌倒、背乎所學之道的人、我勸你們要留意躱避他們。

哥林多前書 3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·
因爲那已經立好的根基、就是耶穌基督、此外沒有人能立別的根基。

哥林多前書 3:19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν· γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
因這世界的智慧、在神看是愚拙.如經上記着說、『主叫有智慧的中了自己的詭計。』

哥林多前書 7:24 ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
弟兄們、你們各人蒙召的時候是甚麼身分、仍要在神面前守住這身分。

哥林多前書 12:15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
設若脚說、我不是手、所以不屬乎身子.他不能因此就不屬乎身子。

哥林多前書 12:16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
設若耳說、我不是眼、所以不屬乎身子.他也不能因此就不屬乎身子。

哥林多前書 16:2 κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
每逢七日的第一日、各人要照自己的進項抽出來留着.免得我來的時候現湊。

哥林多後書 1:17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;
我有此意、豈是反復不定麼.我所起的意、豈是從情慾起的、叫我忽是忽非麼。

哥林多後書 8:3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
我可以證明他們是按着力量、而且也過了力量、自己甘心樂意的捐助.

哥林多後書 11:24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
被猶太人鞭打五次、每次四十、減去一下.

← 上一頁 下一頁 →