τις 某人、某事、任何人
Strong G5100・疑問/不定代名詞・新約出現 530 次・英文:any one, some one
中文義項
- 某人;某事;任何人;任何事:口頭或書面提到的、不確定的某人或某事(393 次)
- 重要的人;重要的事:(只出現在謂詞位置)指卓越或傑出的某人或某事(3 次)
any one, some one, a certain one or thing.
字形
- τις 疑問/不定代名詞 主格 單數 陽性(215 次)
- τι 疑問/不定代名詞 直接受格 單數 中性(89 次)
- τινες 疑問/不定代名詞 主格 複數 陽性(53 次)
- τινα 疑問/不定代名詞 直接受格 單數 陽性(23 次)
- τινὲς 疑問/不定代名詞 主格 複數 陽性(17 次)
- τις 疑問/不定代名詞 主格 單數 陰性(15 次)
- τινας 疑問/不定代名詞 直接受格 複數 陽性(13 次)
- τινος 疑問/不定代名詞 所有格 單數 陽性(12 次)
- τινὰ 疑問/不定代名詞 直接受格 單數 陽性(8 次)
- τι 疑問/不定代名詞 主格 單數 中性(8 次)
- τινι 疑問/不定代名詞 間接受格 單數 陽性(7 次)
- τινὰς 疑問/不定代名詞 直接受格 複數 陽性(6 次)
- τινων 疑問/不定代名詞 所有格 複數 陽性(6 次)
- τίς 疑問/不定代名詞 主格 單數 陽性(6 次)
- τινα 疑問/不定代名詞 直接受格 單數 陰性(5 次)
- τινὰ 疑問/不定代名詞 直接受格 單數 陰性(5 次)
- τινος 疑問/不定代名詞 所有格 單數 中性(4 次)
- τί 疑問/不定代名詞 主格 單數 中性(4 次)
- τινες 疑問/不定代名詞 主格 複數 陰性(3 次)
- τινὶ 疑問/不定代名詞 間接受格 單數 陽性(3 次)
- τινός 疑問/不定代名詞 所有格 單數 陽性(3 次)
- τινὸς 疑問/不定代名詞 所有格 單數 陽性(2 次)
- τινι 疑問/不定代名詞 間接受格 單數 陰性(2 次)
- τινές 疑問/不定代名詞 主格 複數 陽性(2 次)
- τινὰς 疑問/不定代名詞 直接受格 複數 陰性(2 次)
- τινάς 疑問/不定代名詞 直接受格 複數 陰性(2 次)
- τινα 疑問/不定代名詞 直接受格 複數 中性(2 次)
- τισὶν 疑問/不定代名詞 間接受格 複數 陽性(2 次)
- τινά 疑問/不定代名詞 直接受格 單數 陰性(1 次)
- τινας 疑問/不定代名詞 直接受格 複數 陰性(1 次)
- τινῶν 疑問/不定代名詞 所有格 複數 陽性(1 次)
- τινῶν 疑問/不定代名詞 所有格 複數 陰性(1 次)
- τινων 疑問/不定代名詞 所有格 複數 中性(1 次)
- τισιν 疑問/不定代名詞 間接受格 複數 陽性(1 次)
- τινι 疑問/不定代名詞 間接受格 單數 中性(1 次)
- Τινὲς 疑問/不定代名詞 主格 複數 陽性(1 次)
- Τινῶν 疑問/不定代名詞 所有格 複數 陽性(1 次)
- τισίν 疑問/不定代名詞 間接受格 複數 陽性(1 次)
- τινα 疑問/不定代名詞 主格 複數 中性(1 次)
出處(第 6 / 11 頁)
使徒行傳 17:28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν.
我們生活、動作、存留、都在乎他.就如你們作詩的、有人說、我們也是他所生的。
使徒行傳 17:34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
但有幾個人貼近他、信了主、其中有亞畧巴古的官丟尼修、並一個婦人、名叫大馬哩、還有別人一同信從。
使徒行傳 18:2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
遇見一個猶太人、名叫亞居拉、他生在本都.因爲革老丟命猶太人都離開羅馬、新近帶着妻百基拉、從義大利來.保羅就投奔了他們。
使徒行傳 18:7 καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
於是離開那裏、到了一個人的家中、這人名叫提多猶士都、是敬拜神的、他的家靠近會堂。
使徒行傳 18:14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
保羅剛要開口、迦流就對猶太人說、你們這些猶太人、如果是爲寃枉、或奸惡的事、我理當耐性聽你們.
使徒行傳 18:23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
住了些日子、又離開那裏、挨次經過加拉太和弗呂家地方、堅固衆門徒。
使徒行傳 18:24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
有一個猶太人、名叫亞波羅、來到以弗所.他生在亞力山太、是有學問的、最能講解聖經。(學問或作口才)
使徒行傳 19:1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
亞波羅在哥林多的時候、保羅經過了上邊一帶地方、就來到以弗所.在那裏遇見幾個門徒.
使徒行傳 19:9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
後來有些人、心裏剛硬不信、在衆人面前毀謗這道、保羅就離開他們、也叫門徒與他們分離、便在推喇奴的學房、天天辯論。
使徒行傳 19:13 ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει.
那時、有幾個遊行各處、念咒趕鬼的猶太人、向那被惡鬼附的人、擅自稱主耶穌的名、說、我奉保羅所傳的耶穌、勅令你們出來。
使徒行傳 19:14 ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
作這事的、有猶太祭司長士基瓦的七個兒子。
使徒行傳 19:24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
有一個銀匠、名叫底米丟、是製造亞底米神銀龕的、他使這樣手藝人生意發達。
使徒行傳 19:31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
還有亞西亞幾位首領、是保羅的朋友、打發人來勸他、不要冒險到戲園裏去。
使徒行傳 19:32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
聚集的人、紛紛亂亂、有喊叫這個的、有喊叫那個的、大半不知道是爲甚麼聚集。
使徒行傳 19:38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
若是底米丟和他同行的人、有控告人的事、自有放告的日子.(或作自有公堂)也有方伯、可以彼此對告。
使徒行傳 19:39 εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
你們若問別的事、就可以照常例聚集斷定。
使徒行傳 20:9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
有一個少年人、名叫猶推古、坐在窗臺上、困倦沉睡.保羅講了多時、少年人睡熟了、就從三層樓上掉下去.扶起他來、已經死了。
使徒行傳 21:10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
我們在那裏多住了幾天、有一個先知、名叫亞迦布、從猶太下來。
使徒行傳 21:16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
有該撒利亞的幾個門徒和我們同去、帶我們到一個久爲(久爲或作老)門徒的家裏、叫我們與他同住、他名叫拿孫、是居比路人。
使徒行傳 21:34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
衆人有喊叫這個的、有喊叫那個的.千夫長因爲這樣亂嚷、得不着實情、就吩咐人將保羅帶進營樓去。
使徒行傳 21:37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
將要帶他進營樓、保羅對千夫長說、我對你說句話、可以不可以.他說、你懂得希利尼話麼.
使徒行傳 22:12 Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
那裏有一個人、名叫亞拿尼亞、按着律法是虔誠人、爲一切住在那裏的猶太人所稱讚。
使徒行傳 23:9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος—
於是大大的喧嚷起來.有幾個法利賽黨的文士站起來、爭辯說、我們看不出這人有甚麼惡處、倘若有鬼魂、或是天使、對他說過話、怎麼樣呢。
使徒行傳 23:17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
保羅請一個百夫長來、說、你領這少年人去見千夫長、他有事告訴他。
使徒行傳 23:18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
於是把他領去見千夫長說、被囚的保羅請我到他那裏、求我領這少年人來見你.他有事告訴你。
使徒行傳 23:20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·
他說、猶太人已經約定、要求你明天帶下保羅到公會裏去、假作要詳細查問他的事。
使徒行傳 23:23 Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
千夫長便叫了兩個百夫長來、說、豫備步兵二百、馬兵七十、長槍手二百、今夜亥初往該撒利亞去.
使徒行傳 24:1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
過了五天、大祭司亞拿尼亞、同幾個長老、和一個辯士帖土羅、下來、向巡撫控告保羅.
使徒行傳 24:1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
過了五天、大祭司亞拿尼亞、同幾個長老、和一個辯士帖土羅、下來、向巡撫控告保羅.
使徒行傳 24:12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
他們並沒有看見我在殿裏、或是在會堂裏、或是在城裏、和人辯論、聳動衆人。
使徒行傳 24:19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ,
他們若有告我的事、就應當到你面前來告我。
使徒行傳 24:19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ,
他們若有告我的事、就應當到你面前來告我。
使徒行傳 24:24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.
過了幾天、腓力斯和他夫人猶太的女子土西拉、一同來到、就叫了保羅來、聽他講論信基督耶穌的道。
使徒行傳 25:5 Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
又說、你們中間有權勢的人、與我一同下去、那人若有甚麼不是、就可以告他。
使徒行傳 25:8 τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
保羅分訴說、無論猶太人的律法、或是聖殿、或是該撒、我都沒有干犯。
使徒行傳 25:11 εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
我若行了不義的事、犯了甚麼該死的罪、就是死、我也不辭.他們所告我的事若都不實、就沒有人可以把我交給他們。我要上告於該撒。
使徒行傳 25:13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
過了些日子、亞基帕王、和百尼基氏、來到該撒利亞、問非斯都安。
使徒行傳 25:14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
在那裏住了多日、非斯都將保羅的事告訴王、說、這裏有一個人、是腓力斯留在監裏的。
使徒行傳 25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
我對他們說、無論甚麼人、被告還沒有和原告對質、未得機會分訴所告他的事、就先定他的罪、這不是羅馬人的條例。
使徒行傳 25:19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
不過是有幾樣辯論、爲他們自己敬鬼神的事、又爲一個人名叫耶穌、是已經死了、保羅卻說他是活着的。
使徒行傳 25:19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
不過是有幾樣辯論、爲他們自己敬鬼神的事、又爲一個人名叫耶穌、是已經死了、保羅卻說他是活着的。
使徒行傳 25:26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω·
論到這人、我沒有確實的事、可以奏明主上.因此我帶他到你們面前、也特意帶他到你亞基帕王面前、爲要在查問之後、有所陳奏。
使徒行傳 26:31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.
退到裏面、彼此談論說、這人並沒有犯甚麼該死該綁的罪。
使徒行傳 27:1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
非斯都旣然定規了、叫我們坐船往義大利去、便將保羅、和別的囚犯、交給御營裏的一個百夫長、名叫猶流。
使徒行傳 27:8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
我們沿岸行走、僅僅來到一個地方、名叫佳澳.離那裏不遠、有拉西亞城。
使徒行傳 27:16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης,
貼着一個小島的背風岸奔行、那島名叫高大、在那裏僅僅收住了小船.
使徒行傳 27:26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
只是我們必要撞在一個島上。
使徒行傳 27:27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
到了第十四天夜間、船在亞底亞海、飄來飄去、約到半夜、水手以爲漸近旱地、
使徒行傳 27:39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον.
到了天亮、他們不認識那地方、但見一個海灣、有岸可登、就商議能把船攏進去不能。
使徒行傳 27:42 τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ·
兵丁的意思、要把囚犯殺了、恐怕有洑水脫逃的。